Ancient Greek
1.8.217 to 1.9.229
Documentary Papyri, P.Panop. Beatty 1.8.217-1.9.229
Not analysed yet
Διδύμῳ ἐπείκτῃ ἀννώνης. ἄνευ τῶν ἐμῶν μὲν γραμμάτων οὐκ ἐχρῆν σε ἀπολειφθῆναι τῶν ἐνταῦθα διὰ τὴν κελευσθεῖσαν εὐτρεπισθῆναι ἀννῶναν πρὸς ἑτοιμασίαν τοῦ πάντα νικῶντος Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ, ἀλλʼ εἶναι ἐνταῦθα διοικῶν ἅμα ἐμοὶ τὰ προκείμενα εἴδη τῆς ἀννώνης τῶν γενναιοτάτων στρατιωτῶν· ἀλλʼ ἐπειδὴ καὶ σήμερον ἕτερα γράμματα ἦλθεν Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος περί τε τῆς αὐτῆς ἑτοιμασίας καὶ περὶ κελλαρικῶν εἰδῶν, ἀναγκαίως ἠπείχθην σοι ἐπιστεῖλαι ὅπως ᾗ τάχος ἐνταῦθα τὴν ὁρμὴν ποιήσῃς πρὸς τὴν διοίκησιν τῶν προκειμένων εἰδῶν ἵνα μὴ βράδιόν τι γένηται περὶ τῆς ἑτοιμασίας καὶ κίνδυνος ἐπακολουθήσῃ. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. βουλῇ. καὶ νῦν γράμματα Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος ἐκομίσθη διʼ ὧν κελεύει περί τε ἑτοιμασίας τῆς αὐτῆς ἀννώνης τῶν γενναιοτάτων στρατιωτῶν τῶν ἅμα τῷ δεσπότῃ ἡμῶν Διοκλητιανῷ τῷ πρεσβυτέρῳ ἀνικήτῳ Σεβαστῷ μελλόντων εἰσιέναι ἀλλὰ καὶ περὶ κελλαρικῶν εἰδῶν. ἀναγκαίως ἐντάξας τῶν γραφέντων ἀντίγραφον περὶ αὐτῶν τῶν εἰδῶν τοῦ κελλαρικοῦ ἐπιστέλλω ὑμῖν ὅπως τῶν μὲν εἰδῶν πρόνοιαν ποιήσητε τούς τε ἀποδέκτας καὶ ἐπιμελητὰς ἑκάστης μονῆς καὶ ἑκάστου εἴδους ἑλόμενοι φανερόν μοι καταστήσητε ἀλλὰ καὶ τοῦ κελλαρικοῦ τοὺς αὐτάρκεις πρὸς τὸ δύνασθαι αὐτοὺς ἔχεσθαι τῆς ἐγχειριζομένης αὐτοῖς λειτουργίας. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι. προέδρῳ. Αὐρήλιος Ἀμμώνιος ὁ καὶ Ἀμπέλιος κράτιστος διʼ ὧν ἐπέστειλεν εἰς κοινὸν ἐμοί τε καί σοι ἠθέλησεν Ψάϊν οἰκέτην πρότερον Θεογνώστου δίκην δεδωκότος νυνὶ δὲ τοῦ ἱερωτάτου ταμείου, ἀναγκαῖον ὄντα τῇ γενομένῃ ἐξετάσει καταλημφθέντα ἐνταῦθα ἀποσταλῆναι εἰς τὴν τάξιν τοῦ ἐμοῦ κυρίου τοῦ διασημοτάτου μαγίστρου τῆς πριουάτης Πομπονίου Δόμνου. ἵνʼ οὖν εἰδῇς καὶ αὐτὸς πρόνοιαν ποιήσῃς τοῦ τε αἰσθ…τοῦ πρότερον παρασταθέντος καὶ μέχρι δεῦρο ἐν τῷ λογιστηρίῳ ὄντος ἀλλὰ καὶ τούτου ἐπιστέλλω σοι ἵνʼ ἐκ παντὸς τρόπου …λεν ιθ …θη. ἔτους ιε καὶ ἔτους ιδ καὶ ἔτους ζ, Θὼθ κ. σεσημείωμαι.