Ancient Greek
2.1.20 to 2.2.35
Documentary Papyri, P.Panop. Beatty 2.1.20-2.2.35
Not analysed yet
ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. στιχάρια ταρσικάρια …τὸν ἀριθμὸν διακόσια μέτρων τῶν ὑποτεταγμένων δο… …ἄνευ τινος ὑπερθέσεως διὰ φροντίδος σοι γενέσθω, τιμὴν προιεμένῳ ὑπὲρ ἑκάστου στιχαρίου ……εὐπαγῆ τῇ ὑφῇ ω…ατια ὀφθῆναι. τὸ γὰρ ὅσιον πρόσταγμα τῶν δεσποτῶν ἡμῶν τῶν βασιλέων καὶ τῶν ἐπιφανεστάτων Καισάρων ……τοῖς ἄλλοις διωρίσατο, ᾧ ἑπόμενος ὁ κύριος μου Δόμνος ὁ διασημότατος καθολικὸς τοιαῦτα ……ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Μεχεὶρ ……χωρὶς τῶν …κβ …τὸ μὲν στιχάριον παλαιστῶν …ν ε, τὸ δὲ ἀνάβολον παλαιστῶν ἓξ χωρὶς τοῦ γαλ… ἄλλης κομισθείσης ἀπὸ διαπομπῆς στρατηγοῦ Θινίτου, Μεχεὶρ θ. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. …συν καὶ Ἀμμώνιον καταφρακταρίους καὶ Πετεῆσιν δεκάδαρχον καὶ Σαραπίωνα σοῦμμον καὶ Ἰσίδωρον ἀκτουάριον καὶ …ώνιον μουνίφικας στρατευομένους ἐν εἴλῃ δευτέρᾳ Ἡρκουλίᾳ δρομεδαρίων ὑπὸ Εὐδαίμονα ἔπαρχον φρόντισον ἀπαιτῆσαι ἕκαστον ὑπὲρ …αὐτοῦ κατὰ κέλευσιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγουμένου τῆς Θηβαίδος Ἰουλίου Ἀθηνοδώρου δηνάρια τρισχίλια ,ὁμοῦ τὰς συναγομένας δηναρίων μυριάδας δύο χιλίας ἀττικάς, καὶ ταύτας λημματίσαι τοῖς κυριακοῖς λόγοις τῇ δὲ τάξει φανερὸν καταστῆσαι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Τῦβι β…. ἄλλης κομισθείσης ἀπὸ διαπομπῆς στρατηγοῦ Ἀνταιοπολίτου, Μεχεὶρ ιγ. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῶν ὑπογεγραμμένων νομῶν χαίρειν. τὰς χρεωστουμένας σιτικὰς λοιπάδας ἀπὸ γενήματος ιγ ἔτους καὶ ιβ ἔτους καὶ ε ἔτους ἄνευ τινος λοιπὸν ὑπερθέσεως ἀπαιτήσατε τοῖς δὲ λόγοις τοῦ ἱερωτάτου ταμείου ἀνενέγκατε αὐτάς …γὰρ καὶ ὁ ἐνδοθεὶς χρόνος καὶ ἡ δοθεῖσα περιφορὰ τοῖς ὑπευθύνοις. εἰ δὲ καὶ νῦν ἀμελήσετε, ὅτι αὐτοὶ ὑπεύθυνοι τοῖς …ἔσεσθε εἰδέναι ὀφείλετε καὶ ἂν ἐγὼ μὴ γράφω. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Τῦβι κθ. εἰσὶ δέ· Ἑρμοπολίτου Ἀντινοίτου Κουσσίτου Λυκοπολίτου Ἀνταιοπολίτου Πανοπολίτου.