Ancient Greek
2.11.291 to 2.11.284
Documentary Papyri, P.Panop. Beatty 2.11.291-284
Not analysed yet
ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ὑπὸ Οὖρσον τριβοῦνον στρατιώταις χώρτης ια Χαμαδώρων διακειμένοις ἐν Πεάμου καταντικρὺ Ἀβυδῶν φρόντισον ἐξοδιάσαι ὑπὲρ στιπενδίου καλενδῶν Ἰανουαρίων τῆς εὐτυχεστάτης ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ τρίτον δηναρίων μυριάδας ἓξ καὶ πεντακισχιλίας πεντακοσίας ἀττικάς, καὶ ὑπὲρ τιμῆς ἀννώνης ὀφειλομένης αὐτοῖς ἀπὸ καλενδῶν Σεπτεμβρίων εἰς τὴν πρὸ μιᾶς καλενδῶν Ἰανουαρίων τῆς εὐτυχεστάτης ζ καὶ ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηναρίων μυριάδας τρεῖς καὶ δισχιλίας ὀκτακοσίας ἑξήκοντα ἓξ ἀττικάς, ὁμοῦ τὰς συναγομένας δηναρίων μυριάδας ἐννέα καὶ ὀκτακισχιλίας τριακοσίας ἑξήκοντα ἓξ ἀττικάς, ἅσπερ παραδοῦναι Ἀνουβίωνι ἰμαγινιφέρι καὶ Σιλουανῷ στρατιώτῃ ὀπινιάτορσι καὶ ἄποχα τὰ συνήθη ἐπὶ τῇ ἀπαριθμήσει δέξασθαι παρʼ αὐτῶν γράμματα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Φαμενὼθ …. ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. ἡ …ἔνθεος τύχη τῶν δεσποτῶν ἡμῶν καὶ βασιλέων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνικήτων καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων παρασχεθῆναι προσέταξεν Οὐαλεριανῷ τῷ πραιποσίτῳ τῶν παρὰ σοὶ διακειμένων γενναιοτάτων στρατιωτῶν λαγχιαρίων λεγεῶνος τρίτης Διοκλητιανῆς ἀσήμου λίτρας πεντήκοντα καὶ ἀργυρίου φόλλεις τέσσαρας ,οἱ εἰσὶν τάλαντα τριάκοντα τρία καὶ δηνάρια πεντακόσια καὶ τετράπωλον ἡμιόνων μετʼ ὀχήματος καὶ μουλίωνος. περὶ ὧν ἐδέησεν γενέσθαι πρός σε γράμματα ὅπως τὸ μὲν ἀργύριον ἐν τοῖς τριάκοντα τρισὶν ταλάντοις καὶ δηναρίοις πεντακοσίοις εὐθέως ἀπαριθμήσῃς, τὸ δὲ τετράπωλον μετὰ τοῦ ὀχήματος καὶ τοῦ ἡνιόχου εἰ οἷόν τε συνε…μενος ἀπὸ ταμιακῶν χρημάτων …και… φο… ἐρρῶσθαί σε εὔχομαι …τῆς λοιπῆς. Αὐρήλιος Ἰσίδωρος …ω… ημ… δη… ρατ… σε εὔχομαι …ἄλλης κομισθείσης …δεκ… ἀπ… το… τοις… θε… δια… κα… ἀπ… ἄλλης κομισθείσης …τε… τω… κεχρόνισται Φαμενώθ ὑπο… ἐπι… π… ἄλλης κομισθείσης …ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. ὀκτακοσίας ἀρτάβας φακῆς κατʼ ἄμειψιν ἀχύρου εἴσω ἡμερῶν πέντε διʼ ἐπιμελητοῦ ἀξιοχρέου ἀπόστειλον εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν, δηλώσας τῇ τάξει τῆς ἐπιτροπῆς καθʼ ἣν ἡμέραν καὶ διὰ τίνος ἐπιμελητοῦ ἀπεστάλησαν. εἰδέναι δὲ ὀφείλεις ὡς εἰ μὴ εἴσω τῶν πέντε τούτων ἡμερῶν ἀποστειλαίη ὡς προλαβεῖν καὶ τὴν ἐμβολὴν τῶν θαλασσίων πλοίων οὐ περὶ τῶν τυχόντων ἔσται σοι ὁ κίνδυνος. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Φαμενὼθ δ.