Ancient Greek
2.4.106 to 2.5.121
Documentary Papyri, P.Panop. Beatty 2.4.106-2.5.121
Not analysed yet
ἐν αὐτοῖς φροντίσατε πάντας ἀγαγεῖν πρός με παραπεμφθησομένους καὶ δίκην δώσοντας ἐπὶ τῇ τηλικαύτῃ ἐνέδρᾳ …αλ…ον… εὖ δὲ ἴστε ὡς εἰ αὐτὸς ἐπιστὰς ἢ ἄλλως μαθὼν μάλιστα δέον διὰ πάσης σπουδῆς τούτῳ ἐπιχειρεῖν εὑρίσκοιμι ἧττον ὑμᾶς πεφροντικέναι περὶ τὴν οὕτως ἀναγκαῖον καὶ σπουδαῖαν φροντίδα, ἐπεξελθεῖν καθʼ ὑμῶν ἐπαξίως ὕπαρ ὅσιον ἔσται. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Μεχεὶρ δεκάτῃ ι. κεχρόνισται Μεχείρ ἄλλων ϛ ἀναδοθεισῶν ὑπὸ Ἥρωνος κομενταρησίου καὶ προγράμματος, Μεχεὶρ κ. α. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν. πάντα τὸν οἶνον τὸν βε ὑπὲρ τοῦ ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους λοιπαζόμενον καὶ τὸν ὑπὲρ τῶν δὲ ἀνέκαθεν χρόνων ἄχρι ξέστου ἑνὸς ἐν ἀποθέτῳ εἶναι ἐν τοῖς ἐπινείοις καὶ ἐπικαίροις τόποις τοῦ νομοῦ διὰ φροντίδος σοι γενέσθω, ἵνα μὴ τῶν πλοίων ἀφιχθέντων πρός σε ἐνέδρα τις ἐπὶ τὴν ἐμβολὴν γένηται. δεήσει γὰρ ἐπʼ αὐτῆς ὥρας γομωθέντα τὰ πλοῖα τὸν ἀνάπλουν ποιεῖσθαι. οἱ γὰρ γενναιότατοι στρατιῶται πραιτέριτοι τοῦ εἴδους πλείστων νοσημάτων ἐντυγχάνουσιν. ἐν οἷς δὲ τόποις ἡ ἀπόθεσις γεγένηται καὶ ἐν ποίοις ὅρμοις διὰ ταχέων δηλῶσαί μοι φρόντισον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ …. κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ Πανοπολίτου χαίρειν· τρισχίλια κνίδια οἴνου ἐμβαλέσθαι εἰς τὸ κατασκευασθὲν δισχιλιαγωγὸν πλοῖον ᾗ τάχος καὶ ἐξαποστεῖλαι εἰς τὴν ἀνωτέρω Θηβαίδα διʼ ἐπιμελητοῦ ἀξιοχρέου φροντίς σοι γενέσθω. καὶ ὅτι σοι τοῦτο πέπρακται καὶ κατὰ ποίαν ἡμέραν καὶ διὰ τίνος ἐπιμελητοῦ τῇ τάξει φανερὸν κατάστησον. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ κ. κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῶν ὑπογεγραμμένων νομῶν χαίρειν. ἐγὼ μὲν καὶ τοῦτο ἀπʼ ἐμαυτοῦ συνιδὼν αἴτιον γιγνόμενον ἐνδείας περὶ τὰς τροφὰς τῶν γενναιοτάτων στρατιωτῶν ἐπαυξανόμενον δὲ διὰ τὴν ὑμετέραν ῥαθυμίαν ἔφθην ἔτι πάλαι κελεύσας μὴ ἐμπιστεύεσθαι τὰς παρʼ ὑμῶν ἐπιστολὰς περὶ τῆς ἀναπομπῆς τῶν εὐθενιακῶν εἰδῶν τοῖς μετακομίζουσι ταῦτα ἐπιμεληταῖς, ἀλλὰ διʼ ὑπηρέτου ἀποστέλλεσθαι πρὸς τοὺς διαδότας ἢ Φίλωνα τὸν ἐπίτροπον τῆς ἀνωτέρω Θηβαίδος, ὡσὰν ἐκ πλήρους τὰ ἀποστελλόμενα ἀπαιτηθείη. ἐξ ὧν δέ μοι γράφει ὁ αὐτὸς Φίλων φαίνεσθε μηδὲν τούτων ἐπιστροφήν τινα ποιησάμενοι. καὶ ἡ μὲν ἐποφειλομένη καθʼ ὑμῶν ἐπεξέλευσις εἰς καιρὸν ὑμῖν μετὰ τῶν ἄλλων ταμιεύεται. φροντίσατε δὲ τοὺς ἐπιμελητὰς