Ancient Greek
2.6.153/155,ms to 2.7.167
Documentary Papyri, P.Panop. Beatty 2.6.153/155,ms-2.7.167
Not analysed yet
κεχρόνισται Μεχείρ ἄλλης. Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος στρατηγοῖς τῆς ἐπιτροπῆς χαίρειν. τοὺς τὰς ἅμαξας καὶ τὰς βοῦς τὰς ἀποσταλείσας εἰς Καινὴν διὰ τὰς τῶν μετάλλων ὑπηρεσίας παρεσχηκότας εὐθέως ἐξαποστείλατε πρὸς τοὺς ἐκεῖσε ἀποδέκτας παραλημψομένους τάς τε ἅμαξας καὶ αὐτὰς τὰς βοῦς· ὅτι δὲ ὑμῖν τοῦτο πέπρακται διὰ γραμμάτων δηλῶσαι φροντίσατε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ ιθ. κεχρόνισται Μεχείρ τοῦ προγράμματος· ἐξ αὐθεντίας Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος. ἐκ τῶν κατὰ τὸν Λυκοπολίτην πεπραγμένων καὶ εἰς γνῶσιν τοῦ κυρίου μου Δόμνου τοῦ διασημοτάτου καθολικοῦ ἐληλυθότων περὶ τῆς γῆς ἀπὸ ὑπολόγου ἀφόρου, ἧς αἵρεσις τῷ ταμείῳ προσηνέχθη, προσέταξεν τὸ μεγαλεῖον αὐτοῦ καὶ ἐπὶ τῶν λοιπῶν νομῶν τῆς ἐπιτροπῆς ἐξεῖναι τοῖς βουλομένοις ἐπὶ τοιαύτῃ γῇ ὑποστάσεις προσφέρειν. ὅποσοι τοίνυν τοιαύτας αἱρέσεις προσαγαγεῖν βούλονται προσίτωσαν τῇ τάξει τῆς ἐπιτροπῆς κατὰ τὰ δόξαντα τῷ κυρίῳ μου τῷ καθολικῷ ὡσὰν τῶν νεμομισμένων προκηρύξεων ἓξ παρʼ ἐμοὶ πεπληρωμένων τὰ λείποντα πρὸς ἀναπλήρωσιν τῆς κυρώσεως διὰ τῆς καθολικῆς τάξεως κατὰ τὸν τοῦ ταμείου νόμον προχωρήσειεν. πρόθες. ιϛ ἔτους ιε ἔτους η ἔτους, Μεχεὶρ …. ἄλλων β κομισθεισῶν διὰ τῶν ἐγγεγραμμένων, Μεχεὶρ κδ. μιᾶς · Αὐρήλιος Ἰσίδωρος ἐπίτροπος τῆς κατωτέρω Θηβαίδος Ἀπολιναρίῳ στρατηγῷ καὶ ἀποδέκταις χρημάτων Πανοπολίτου χαίρειν. τοῖς ὑπὸ Οὐαλέριον πραιπόσιτον ἱππεῦσι σαγιτταρίοις διακειμένοις ἐν κάστροις τῆς Ποτεκόπτου φροντίσατε ἐξοδιάσαι ὑπὲρ δωνατίου τῆς πρὸ δεκαδύο καλανδῶν Δεκεμβρίων κρατήσεως τοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ τῆς εὐτυχεστάτης ζ καὶ ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν δηναρίων μυριάδας τριάκοντα καὶ δισχιλίας πεντακοσίας ἀττικάς· καὶ ὑπὲρ δωνατίου τῆς πρὸ δέκα μιᾶς καλανδῶν Ἰανουαρίων γενεθλίου τοῦ αὐτοῦ δεσπότου ἡμῶν Διοκλητιανοῦ τοῦ πρεσβυτέρου Σεβαστοῦ κζ τῆς αὐτῆς ὑπατείας δηναρίων μυριάδας τριάκοντα λ καὶ δισχιλίας πεντακοσίας ἀττικάς, ὁμοῦ τὰς συναγομένας δηναρίων μυριάδας ἑξήκοντα καὶ πεντακισχιλίας ἀττικὰς καὶ ταύτας παραδοῦναι Οὐαρθαν… καὶ Μαξίμῳ ἱππεῖ ὀπινιάτορσι καὶ ἄποχα δέξασθαι παρʼ αὐτῶν ἐπὶ τῇ ἀπαριθμήσει γράμματα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Μεχεὶρ ιγ.