Ancient Greek
2.8.218 to 2.9.232
Documentary Papyri, P.Panop. Beatty 2.8.218-2.9.232
Not analysed yet
καταπέμψαι πρός με διʼ αὐτῶν τῶν ἐγγεγραμμένων σπουδάσατε, καὶ ἐπὶ τοῦ ἑξῆς καθʼ ἕκαστον μῆνα τὸ αὐτὸ παραφυλάττειν. ἐν δὲ τῷ νῦν γενομένῳ ἐξοδιασμῷ φροντίς σοι γενέσθω τὰ ἐκ περισσοῦ κθ ἑκάστης λίτρας τοῦ προκηρυχθέντος σταθμοῦ καὶ ἀπαριθμηθέντα τάλαντα δύο λογίσασθαι τραπεζίταις. εὖ γὰρ ἴστε ὡς εἰ μὴ τὸ ἀζήμιον τῷ ταμείῳ φυλάξαιτε ἢ καὶ κατὰ μῆνα τὸν χρυσὸν ἐνπροθέσμως ἀποστέλλειν ἐπιμεληθείητε, παραπεμφθήσεσθε πρὸς τὸν κύριόν μου Δόμνον τὸν διασημοτάτον καθολικόν, κίνδυνον οὐ τὸν τυχόντα ἐπὶ τοῖς τηλικούτοις ὑποστησόμενοι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Μεχεὶρ κα. κεχρόνισται Φαμενώθ ἄλλου. ἐξ αὐθεντίας Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος. τὰ μὲν εἰκότα γέγραπται τοῖς κατὰ νομὸν χωματεπείκτας περὶ τοῦ χρήσασθαι τοσαύτῃ σπουδῇ εἰς τὴν τῶν χωμάτων καὶ διωρύχων ἐπιμέλειαν ὥστε μὴ μόνον τὰ εἰωθότα ἀπεργάζεσθαι, ἀλλʼ εἴ τινα ἄλλα ἔργα δόκοιτο χρήσιμα μὲν πρὸς τὴν τῶν πεδίων ἀρδείαν τῷ δὲ χρόνῳ ὁπόσα συμβαίνει διὰ ποικίλας αἰτίας παραμεληθέντα, καὶ ἐκείνων τὴν δέουσαν ποιεῖσθαι ἀνανέωσιν, τῆς ἰσχύος σύνπασι τοῖς ὑπευθύνοις φυλαττομένης. ἀκόλουθον δε ἐνόμισα καὶ προγράμματι προκαλέσασθαι τοὺς ἑκασταχοῦ κτήτοράς τε καὶ γεωργοὺς ὁμοῦ δὲ καὶ δεκαπρώτους, οἷς μάλιστα ὁ τῆς φορολογίας κίνδυνος διενήνοχεν, ὥστε εἴ τι τοιοῦτο συμφέρειν αὐτοῖς νομίζοιεν, προσιέναι τοῖς τε στρατηγοῖς καὶ χωματεπείκταις ἔτι μὴν καὶ συνοψισταῖς ὑποδεικνύντες καὶ ἐκείνους χρησίμως δεῖν ἀπεργασθῆναι ἅτινα ἀμεληθῆναι εἰς δεῦρο συμβέβηκεν. οἶμαι γὰρ καὶ ἐκείνους μεμνημένους τῶν παρʼ ἐμοῦ ἐντολῶν μὴ ἐν δευτέρῳ θήσεθαι τὴν τοιαύτην ἐπιμέλειαν. κελεύω δὲ τοῖς στρατηγοῖς τοῦδέ μου τοῦ προγράμματος μὴ μόνον ἐν τῇ πόλει ἀλλὰ καὶ ἐν ταῖς τοῦ νομοῦ μητροκωμίαις ἀντίγραφα καθʼ ἑκάστην προτιθέναι, ὡσὰν ἅπαντες εἰδεῖεν τὰ προστεταγμένα. προθές. ιϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους, Μεχεὶρ κα. τοῦ λοιποῦ. ἐξ αὐθεντίας Αὐρηλίου Ἰσιδώρου ἐπιτρόπου τῆς κατωτέρω Θηβαίδος. πάσης μὲν ἀργυρολογίας ὑπόθεσιν παντάπασιν ἀνῃρῆσθαι ᾤμην ἅτε ἑκάστης συντελείας εἰς ῥητὴν κεχρόνισται Φαμενώθ ποσότητα ἐκ θείου νόμου περιωρισμένης. μέμψεως δὲ παρʼ ἐμοὶ γενομένης ἐπὶ τοῦ Ἑρμοπολίτου ἔμαθόν τινας τῶν πρακτήρων τῆς στρατιωτικῆς εὐθενίας ῥιψοκινδύνως ταῖς ἀπαιτήσεσιν προσενηνέχθαι ὥς τινας μὲν τολμῆσαι παρὰ πρόσταξιν μειζόνων ἀντὶ τοῦ κρέως τοῦ συντελεῖσθαι ὀφείλοντος παρὰ τῶν ὑπευθύνων ἀργύριον ὑποδέξασθαι, καὶ ταῦτα οὐ τοσοῦτον ὁπόσον ἡ θεῖα ὥρισεν διατύπωσις, ἀλλὰ πολυπλάσιον καὶ πάνυ ἀφόρητον τοῖς συντελοῦσιν, ἑτέρους δὲ ἐπί τε τῆς κριθῆς καὶ τῶν ἀχύρων