Ancient Greek
P.Panop. 11
Documentary Papyri, P.Panop. 11
Not analysed yet
Αὐρηλίᾳ Θεοδωρᾳ ἐλαιοπωλίσσῃ ἀπὸ Πανὸς πόλεως παρὰ Σοφίας Ὡρίωνος ἀπὸ τῆς αὐτῆς. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ πρὸς χρόνον διετῆ τὴν τρίτην στέγην ἀπὸ οἰκίας σου οὔσης ἐπὶ τοῦ β ἀμφόδου πόλεως καὶ τελέσω σοι κατʼ ἔτος ὑπὲρ ἐνοικίου ἀργυρίου δραχμὰς τρισχιλίας, γίνονται ἀργυρίου δραχμαὶ Γ, μεθʼ ὃν προκείμενον χρόνον ἀποδώσω σοι ὡς παρείληφα, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Χοιὰκ α.