Ancient Greek
P.Panop. 13
Documentary Papyri, P.Panop. 13
Not analysed yet
Αὐρηλίᾳ Θεοδώρᾳ Πανίσκου ἀπὸ Πανὸς πόλεως παρὰ Αὐρηλίου Ψάϊτος Ὥρου ἀπὸ κώμης Ψώνεως τοῦ Πανοπολίτου. μεμίσθωμαι παρὰ σοῦ μέρος οἰκίας πρὸς τριετῆ χρόνον συμπόσιόν τε καὶ ἐξέδραν ἐν ῥύμῃ Νοὺβς καὶ τελέσω σοι ὑπὲρ ἐνοικίου ἑκάστου ἔτους ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα εἴκοσι πέντε, γίνονται τάλαντα κε μόνα, μετὰ δὲ τὸν προκείμενον χρόνον ἀποδώσω σοι τ… ὡς παρείληφα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσπότῶν ἡμῶν Κωνσταντίου τὸ β καὶ Κώνσταντος τὸ α τῶν αἰωνίων Αὐγούστων, Χοιὰκ κϛ.