Ancient Greek
P.Panop. 2
Documentary Papyri, P.Panop. 2
Not analysed yet
Αὐρηλίῳ Ποιμενίῳ προεδρεύσαντι παρὰ Αὐρηλίου Πανσνῶτος Βησᾶ ἐλαιουργοῦ ἀπὸ Πανὸς πόλεως. μεμίσθωμαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος χέρσον γῆν περὶ πεδίον Θμοήσεως ἐξ ἀπηλιώτου τοῦ λάκκου εἰς κατάθεσιν ὧν ἐὰν βούλωμαι γενῶν πρὸς ἀναμέτρησιν φόρου ἑκάστης ἀρούρης ἐπʼ ἀποτάκτου ἀργυρίου Σεβαστῶν νομίσματος δραχμῶν πεντακοσίων ,χωρὶς διαφόρου καὶ χειριστικοῦ τῶν δημοσίων πάντων καὶ ἐπιβολῶν ὄντων πρὸς σὲ τὸν γεοῦχον. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ πατρὸς Αὐγούστων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Αὐγούστου τὸ ζ πρὸ ια Καλανδῶν Νωεμβρίων. Ποιμένιος διʼ ἐμοῦ Δημητρίου ἐξεμίσθωσα πρὸς Ἀνουβᾶν τὸν καὶ Χαβρίαν —.