Ancient Greek
P.Panop. 24
Documentary Papyri, P.Panop. 24
Not analysed yet
Οὐαλερίῳ Οὐικτωρινιανῷ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίας Θεοδώρας Πανίσκου ἀπὸ Πανὸς ἐλαιοπρατίσσης. Βησᾶς τις Βησᾶ ἀπὸ τῆς αὐτῆς πόλεως ἐν χρείᾳ ἀργυρίου γενόμενος ἐδανίσατο παρʼ ἐμοῦ ἔτι ἀπὸ ὑπατείας Στατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ποσότητα ἀργυρίου ὑποθέμενος τὸ μέρος αὐτοῦ ἐλαιοφοινικῶνος, καὶ τῆς διὰ τῆς ὑποθήκης προθεσμίας ἐν στάσης, ὅτε ὤφειλεν ἀποδοῦναι, οὐκ ἀποδέδωκεν. ὅθεν ἠναγκάσθην διὰ λιβέλλου προσελθεῖν Γρηγορίῳ τῷ διασημότατα ἡγεμονεύσαντι περὶ αὐτοῦ …ην καὶ δεδ…ν τοτε ε… …σα…ος μο…ανημ…