Ancient Greek
P.Panop. 28
Documentary Papyri, P.Panop. 28
Not analysed yet
Φλαυίῳ Γρηγορίῳ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίας Σενμώρου Σανσνῶτος διʼ ἐμοῦ Αὐρηλίου Σανσνῶτος Βησᾶ πατρὸς αὐτῆς τοῦ καὶ ἔχοντος αὐτὴν ὑποχειρίαν ἀπὸ Πανὸς πόλεως. πρὸ δωδεκαετοῦς χρόνου, οἷα γείνεται, ἡγεμὼν κύριε, ἐκ παρθενείας ἀνδρὶ ἐγαμήθη Πανίσκῳ τινὶ …ουθου ἀπὸ τῆς αὐτῆς πόλεως, ἐξ οὗ τεκνοποιίαν ἔσχεν, καὶ ὑπολείπεται αὐτῇ υἱός. ἔπειτα δὲ ἐξεβλήθη πρὸ ἐνιαυτοῦ, καὶ μέχρι σήμερον τρέφεται ὑπʼ ἐμοῦ μετὰ τοῦ υἱοῦ αὐτῆς. οὐ μὴν ἀλλὰ καὶ ὑπέθετο ὁ ἀνὴρ αὐτῆς τὰ ἐνέχυρά μου τὰ ἐν τάξει προικὸς δοθέντα αὐτῇ ὑπʼ ἐμοῦ ἐν ὥρᾳ γάμου τινὶ δανειστῇ, καὶ μέχρι σήμερον οὐκ ἀνέλαβεν. ὕστερον δὲ μετὰ πολὺν χρόνον ἀπέσπασεν τὸν παῖδα. διὸ προήχθην δεηθῆναι τῆς σῆς χρηστότητος, ἡγεμὼν κύριε, διὰ τῆς δέ μου τῆς ἀναφορᾶς ἀξιῶν κελεῦσαι διὰ τῆς σῆς κελεύσεως διʼ οὗ ἐὰν δοκιμάσῃ σου τὸ μεγαλεῖον τοῦτον ἐπαναγκάσαι λυτρωθῆναι τὰ ἐνέχυρα αὐτῆς καὶ ἀποκατασταθῆναί μοι καὶ μὴ ἐνοχλεῖσθαί με περὶ ὀφειλῆς αὐτοῦ, ὅπως ἐκ τῆς σῆς προστάξεως τὰ ἴδια δυνάμενος ἀναλαβεῖν καὶ ἐκ τούτων τραφῆναι χάριτάς σοι ὁμολογήσω. διευτύχει. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Αὐγούστου τὸ η καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ δ Ἐπεὶφ ιε. Αὐρήλιος Σανσνῶς ὁ προκείμενος ἐπιδέδωκα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Ἱερακίων.