Ancient Greek
30.1.27 to 30.2.49
Documentary Papyri, P.Panop. 30.1.27-30.2.49
Not analysed yet
τυγχάνοι καὶ ὅτι …ταγας ηθε…κει τοῦ πάσας τὰς …ας κοσμοῦντος. τούτου χάριν ἐπισταλήσεται Βησοῦς ἡ προβαλομένη αὐτὸν εἰς τῆς κτηναρχίας φρόντισμα ἢ ἕτερον ἀποδεῖξαι τὸν δυνάμενον τὴν κτηναρχίαν ἐκτελέσαι ἢ αὐτὴν ὑποστῆναι ἅπαντα τὰ συντείνοντα τῷ λειτουργήματι τελέσματα. μετὰ τὴν ἀνάγνωσιν προσέθηκεν· καὶ τὸ ἐπίσταλμα ἀναγνώσομαι; Σερῆνος ἐξάκτωρ αὐτῷ εἶπεν· παράθου καὶ τὸ ἐπίσταλμα τὸ φοιτῆσαν πρὸς τοὺς ὠνομακότας τὸν ὑπὸ σοῦ συναγορευόμενον. καὶεἶπεν· ἀναγινώσκω. καὶ ἀνέγνω ἐπίσταλμα κεχρονισμένον εἰς ὑπατείαν Ἰουνίου Βάσσου καὶ Φλαυίου Ἀβλαβίου τῶν λαμπροτάτων ἐπάρχων, οὗ ἡ ἀρχή· Φλαύιος Πανίσκος ἔκδικος Πανοπολίτου Βησοῦτι ἱερείᾳ χαίρειν. ἅτινα προσέταξεν ἡ ἀνδρεία τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Φλαυίου Κυιντιλιανοῦ περὶ Πασνῶτος Ἀλώπηκος συνέζευκται τῷδέ μου τῷ ἐπιστάλματι. φρόντισον τοίνυν δεξαμένη τοῦτό μου τὸ ἐπίσταλμα καὶ ἀναγνοῦσα τὰ αὐτοτελῶς ἀποφανθέντα ὑπὸ τοῦ κυρίου μου ἡγεμόνος περὶ αὐτοῦ ἕτερον ἐπιτήδειον εἰς τὸ τῆς κτηναρχίας φρόντισμα προβαλέσθαι γινώσκουσα ὡς εἰ τὸ τυχὸν ὀλιγωρηθήσεται αὐτὴ ὑποστήσει ἅπαντα τὰ ἀνήκοντα τούτῳ τῷ μέρει. μετενήνεκται διὰ Παμίνιος ὑπηρέτου. ἐρρῶσθαί σε εὔχομαι. μετὰ τὴν ἀνάγνωσιν Σερῆνος ἐξάκτωρ εἶπεν· ἀκόλουθον …τ… ἕτερον ἐπιτηδειότερον ἀντʼ αὐτοῦ …τῆς κτηναρχίας ὑποστῆναι του…α …ἐκέλευσεν α…ου …