Ancient Greek
P.Panop. 5
Documentary Papyri, P.Panop. 5
Not analysed yet
Αὐρηλίῳ Πασνῶτι Ἀλώπηκος ἀπὸ Πανὸς πόλεως παρὰ Αὐρηλίου Γελασίου Πβήκιος γεωργοῦ ἀπὸ τῆς αὐτῆς Πανὸς πόλεως. βούλομαι μισθώσασθαι παρὰ σοῦ πρὸς τὸ ἐνεστὸς ἔτος τόπον πρότερον ἐν φοινικῶνι ἐκ νότου εἰς κατάθεσιν ᾧ εὰν βούλωμαι φόρου ἀποτάκτου κριθῆς ἀρταβῶν ἐννέα, γίνονται κριθῆς ἀρτάβαι θ, μέτρῳ σο… τῶν δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ὑπατείας Φλαυίου Ὀπτάτου πατρικίου καὶ Ἀνικίου Παυλίνου τῶν λαμπροτάτων Ἁθὺρ ιϛ. …αχομμα… …δηριπ…