Ancient Greek
P.Panop. 9
Documentary Papyri, P.Panop. 9
Not analysed yet
Αὐρηλίᾳ Ταλοῦτι γυναικὶ …ἀπὸ Πανὸς πόλεως παρὰ Αὐρηλίου Πασνῶτος Πασνῶτος ἀπὸ τῆς αὐτῆς. μεμίσθωμαι παρὰ σοῦ ἀπὸ σήμερον πρὸς μόνον τὸ ἐνεστὸς ἔτος μέρος σου φοινικῶνος περὶ τὴν πόλιν ἐφʼ ᾧ με τὴν ἐπιμέλειαν ποιήσασθαι καὶ ἀναβολὴν καὶ ποτισμὸν καὶ ὠχίαν, καὶ παντὸς τοῦ περιγεινομένου …ρ…υ φοινικῶνος παρέξω σοι μέρος ἥμισυ καὶ …σι… ἀρτάβην μίαν μέτρῳ δημοσίῳ …ῳ, τῶν δημοσίων πάντων καὶ ἐπιβολῶν ὄντων πρὸς σὲ τὴν γεοῦχον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ β καὶ Κώνσταντος τὸ α τῶν αἰωνίων Αὐγούστων Φαμενὼθ κδ. Αὐρηλια Ταλοῦς ἡ προκειμένη διʼ ἐμοῦ Θεοδώρου ἐξεμίσθωσα ὡς πρόκειται καὶ ἐφʼ ᾧ σε ποιῆσαι τὴν διαλογὴν τούτων καὶ ἐνεγκεῖν μου εἰς τὴν οἰκίαν.