Ancient Greek
P.Paramone 6
Documentary Papyri, P.Paramone 6
Not analysed yet
τῆς δὲ δερματηρᾶς πρᾶσις εἰς μὲν τὸ κα ἔτος οὐ γέγονεν διὰ τὸ ἐπισταλῆναι ἐκ τῆς πόλεως ὑπὸ Βάκχωνος τοῦ διοικήσαντος συνηλλαχέναι εἰς ἔτη …Εὐφράνορι καὶ Θεοδώρωι, ἐφʼ ὧι παραδώσουσι κατʼ ἐνιαυτὸν δέρματα ἀρεστὰ εἰργασμένα α μῆκος παλαστῶν ι, πλάτος παλαστῶν θ Β, δεύτερα μῆκος παλαστῶν θ, πλάτος παλαστῶν η Β, τρίτα μῆκος παλαστῶν η, πλάτος παλαστῶν ε Γφ, γίνονται Ζφ καὶ αἴγεια μῆκος παλαστῶν ι, πλάτος θ ρν …ας μοσχείας τάλαντα ε βοτείας τάλαντα ε νεύρων σκορπίων τάλαντα ϛ καρποῦ ἀκάνθης ἀρτάβας ω καὶ παρὰ τοῦ ἀσυντάκτου ἔθνους διαγράψειν εἰς τὴν βασιλικὴν τράπεζαν κατὰ μῆνα τὸ ἐπιβάλλον τάλαντα ϛ Δ, καὶ ἀπὸ τιμήσεως τοῦ πεπανθέντος καρποῦ ἀκάνθης ἀπὸ Ἐπεὶφ ἕως Φαρμοῦθι τοῦ ἐχομένου ἔτους χαλκοῦ τάλαντα ι, γίνονται τάλαντα ιϛ Δ