Ancient Greek
P.Petaus 1
Documentary Papyri, P.Petaus 1
Not analysed yet
κωμογραμματεῖ κώμης Πτολεμαίδος Ὅρμου παρὰ Ἀπύγχεως ἀπάτορος μητρὸς Ταφολήμεως καὶ τῆς ὁμομητρίου αὐτοῦ ἀδελφῆς Ταπάσιτος οὔσης αὐτοῦ καὶ γυναικὸς ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου, τῆς δὲ Ταπάσιτος μετὰ κυρίου αὐτοῦ Ἀπύγχεως. ἀπογραφόμεθα τὴν γεννηθεῖσαν ἡμῖν ἐξ ἀλλήλων θυγατέρα Ταῆσιν καὶ οὖσαν πρὸς τὸ ἐνεστὸς κε ἔτος ἐτῶν ὀκτώ . διὸ ἐπιδίδομεν τὸ τῆς ἐπιγεννήσεως ὑπόμνημα. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κ.