Ancient Greek
P.Petaus 24
Documentary Papyri, P.Petaus 24
Not analysed yet
Ἀπολλωτᾶς στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος κωμογραμματεῖ τῶν ὑποκειμένων τόπων. ἴσον βιβλιδίου ἐπιδοθέντος μοι ὑπὸ Ἁρμιύσιος ἐπιστέλλεταί σοι διὰ Εὐπόρου ὑπηρέτου, ἵνα τῷ ἰδίῳ κινδύνῳ γενόμενος ἐπὶ τὸ δηλούμενον ἔδαφος παρόντων πάντων τῶν ἀγρογειτόνων καὶ ὧν ἄλλων δέον ἐστὶν ἀκολούθως ταῖς ἐπιφερομέναις σοι ἀσφαλείαις καὶ τοῖς ἐν καταχωρισμῷ βιβλίοις ἑκάστῳ τὸ ἴδιον παραδῷς μηδενὸς δημοσίου ἢ ἰδιωτικοῦ καταβλαπτομένου ὡς πρὸς σὲ τοῦ λόγου ὄντος ἐάν τι μὴ δεόντως γένηται. σεσημείωμαι. ἔτους κ… Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου …χ… Ἀπολλωτᾷ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἁρμιύσεως Ἀπύγχεως καὶ Π… Ψονσνέως ἀμφοτέρων δημοσίων γεωργῶν κώμης Σύρων. ὧν ἀρουρῶν τεσσάρων γεωργοῦμεν περὶ τὴν κώμην δημοσίας γῆς ……ε…με…ο…υ… Νεσεῦτος …ος καὶ Σοκμᾶ ……παρορι…ν…ρι… ὅθεν ἐπιδίδομεν καὶ ἀξιοῦμεν ἐπισταλῆναι τῷ τῆς κώμης κωμογραμματεῖ παραγενομένῳ ἐπὶ τοὺς τόπους μεθʼ ὧν δέον ἐστὶν ἀναμετρήσαντι ὅλην τὴν ἐπιγραφὴν ἑκάστῳ τὸ ἴδιον ἀποκαταστῆσαι ἵνα δυνηθῶμεν τὰ ὑπὲρ τῶν ἀρουρῶν τελέσματα ἀμέμπτως διευθῦναι. Εὔπορος ὑπηρέτης ἐπήνεγκα.