Ancient Greek
P.Petaus 27
Documentary Papyri, P.Petaus 27
Not analysed yet
καλῶς ποιήσας, ἄδελφε, ὡς ἐνετειλάμην σοι περὶ τῶν υ…, πέμψας μοι διὰ τοῦ ἀδελφοῦ μου τῇ θ τὰ ἓξ κεράμια καὶ ὅσων ἄλλων ἐὰν δύνῃ φρόντιζε. ἔπεμψα δὲ καὶ τὸν μικρὸν Δίδυμον σὺν τῷ ἀδελφῷ μου. ἴσθι δέ με κομισάμενον παρὰ Ἥρωνος τοῦ πρεσβυτέρου πιττάκιον ὀνόματος Συρίωνος Ἀπύγχεως μητρὸς Σαραποῦτος ἐπικαλουμένου …ατα…ο… ἐπιτίμιον ἀμφοτέρων ημ…μενων μετὰ καὶ ἄλλων ε. ἔπεμψά σοι δὲ καὶ τὸν νυνὶ ἀρχέφοδον ἔχοντα ἐπιστολὴν περὶ τοῦ διαφέροντος αὐτῷ, ταξάμενος αὐτῷ εἰς ὥραν ἐνάτην τῆς σήμερον ἥτις ἐστὶν ζ ἀναβῆναι. γράφω σοι ἵνʼ εἰδῇς καὶ ὃ θέλεις πράξῃς. ἐὰν δὲ θελήσῃς αὐτὸν χυλῆσε ἕως τῆς ὥρας προβιβάζω αὐτά. προνόησον καὶ τῶν χοίρων ἀναγκαίως εἰς τὴν ἐνάτην. ἐρρῶσθαι σε εὔχομαι. ἔχε δὲ καὶ σὺ τὸ ἴσον τῶν ὀνομάτων παρὰ σοὶ ἐὰν θέλῃς μέχρι τῆς ὥρας. τοῦτο πρόθες ὡς τούτων τῶν παρʼ ἐμοὶ καταχωρισθέντων. ἐσφράγικα δὲ τὴν ἐπιστολὴν γλύμματι Ἁρποχράτους. ἐρρῶσθαι σε εὔχομαι.