Ancient Greek
P.Petaus 29
Documentary Papyri, P.Petaus 29
Not analysed yet
Διδυμάριον Πανίσκῳ τῷ τιμιωτάτῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Πετεσούχῳ. ἐχάρην πολλὰ ἀκούσασα ὅτι ἐσώθητε μετὰ τῶν τέκνων ὑμῶν καὶ περίψημα ὑμῶν τὰ παρελ…οτα. γίγνωσκειν σε θέλω ὅτι ἡ θυγάτηρ μου κάκῃ παροχλεῖται ὑπὸ τῆς μητρός σου. ἔγραψέ μοι γὰρ λέγουσα ὅτι ἐὰν ἔτι μῆνα οὕτω ποιήσῃ ἐχόνομά μου βάλλω ἐμαυτὴν εἰς θάλασσαν. τὰ νῦν οὖν γράφω σοι ἐπεὶ ὡς πατὴρ αὐτῶν εἶ σύ. ἰδὲ τὸ ὂν τί ἐστιν; οὐκ ἐμέμψατο γὰρ τὸν ἀδελφόν σου μέχρι τούτου, ἀλλὰ λέγω μὴ ἐνκακήσῃ. ἄσπασαι Ἁρπαλῖνον πολλὰ καὶ Ἡραΐδα καὶ τὰ τέκνα ὑμῶν καὶ τοὺς σοὺς πάντας κατʼ ὄνομα. καὶ οἱ ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Ἀλεξάνδρειαν Πανίσκῳ ἱππεῖ ἀπὸ Διδυμαρίου.