Ancient Greek
P.Petaus 31
Documentary Papyri, P.Petaus 31
Not analysed yet
Θέων Πεταῦτος καὶ Πεταῦς Πεταῦτος οἱ δύο ἀπὸ κώμης Καρανίδος Ἥρωνι Ἡρακλείδου χαίρειν. ὁμολογοῦμεν ἔχειν παρὰ σοῦ χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν τόκου δραχμαίου κατὰ μῆνα ἃς καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος πέμπτου καὶ εἰκοστοῦ ἔτους Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως. τὸ χειρόγραφον τοῦτο κύριον ἔστω δισσὸν γραφὲν ὑπὸ τ…επι …Θέων ἔγραψα καὶ ὑπὲρ τοῦ Πεταῦτος τὰ πλεῖστα. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …