Ancient Greek
44.2.21 to 44.3.42
Documentary Papyri, P.Petaus 44.2.21-44.3.42
Not analysed yet
ἀνὰ πυροῦ ἀρτάβας β δ ἄρουρα α η λβ πυροῦ ἀρτάβαι β 𐅷,διχοινικίας πυροῦ ἀρτάβαι ιβ, γίνονται πυροῦ ἀρτάβαι β 𐅵δ, προσμετρουμένων πυροῦ ἀρτάβης 𐅵,γίνονται πυροῦ ἀρτάβαι γ δ. ἱερατικῶν ἀπὸ νεοφύτων ἀνὰ πυροῦ ἀρτάβας γ 𐅵ἄρουραι ζ 𐅵η ιϛ λβ ξδ πυροῦ ἀρτάβαι κη 𐅵η, διχοινικίας πυροῦ ἀρτάβης γ ιβ, γίνονται πυροῦ ἀρτάβαι κθ κδ, προσμετρουμένων πυροῦ ἀρτάβαι δ 𐅵γ, γίνονται πυροῦ ἀρτάβαι λγ 𐅵γ. γίνονται ἐπὶ τὸ αὐτὸ ἱερατικῶν πυροῦ ἀρτάβαι χμβ 𐅵κδ. καθηκόντων ἱερατικῶν ἐδαφῶν ἀρτάβης α κατοίκων ἄρουραι τνδ 𐅵πυροῦ ἀρτάβαι τνδ 𐅵,διχοινικίας πυροῦ ἀρτάβαι ιζ 𐅵δ, γίνονται πυροῦ ἀρτάβαι τοβ δ, προσμετρουμένων πυροῦ ἀρτάβαι ξβ κδ, γίνονται πυροῦ ἀρτάβαι υλδ δ κδ. χωματοφυλάκων ἄρουραι ι πυροῦ ἀρτάβαι ιε 𐅵,διχοινικίας πυροῦ ἀρτάβης 𐅵,γίνονται πυροῦ ἀρτάβαι ιϛ, προσμετρουμένων πυροῦ ἀρτάβαι β 𐅷,γίνονται πυροῦ ἀρτάβαι ιη 𐅷. σίτῳ σπειρομένων ἀνὰ πυροῦ ἀρτάβην α 𐅵ἄρουραι ι 𐅵η ξδ πυροῦ ἀρτάβαι ιε 𐅵γ η, διχοινικίας πυροῦ ἀρτάβης 𐅵κδ, γίνονται πυροῦ ἀρτάβαι ιϛ 𐅵,προσμετρουμένων πυροῦ ἀρτάβαι β 𐅵δ, γίνονται πυροῦ ἀρτάβαι ιθ γ γίνονται καὶ τούτων πυροῦ ἀρτάβαι υοβ δ κδ γίνονται ἐπὶ τὸ αὐτὸ καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι Αριδ 𐅵γ ἱερατικῶν ἀπὸ τάξεως δημοσίας ἐνθάδε μετατιθέντων διὰ τῶν καταλοχισμῶν ἀρούρης δ λβ πυροῦ ἀρτάβης 𐅵δ, διχοινικίας πυροῦ ἀρτάβης κδ, γίνεται πυροῦ ἀρτάβης 𐅷η, προσμετρουμένων πυροῦ ἀρτάβης η, γίνεται πυροῦ ἀρτάβης 𐅵γ ιβ. ἱερατικῶν τῶν ἐν ἐκφορίοις ἄρουραι μγ 𐅵δ ιϛ λβ ξδ πυροῦ ἀρτάβαι πζ γ η, διχοινικίας πυροῦ ἀρτάβαι β ϛ κδ, γίνονται πυροῦ ἀρτάβαι πθ 𐅷,προσμετρουμένων πυροῦ ἀρτάβαι ιδ η, γίνονται πυροῦ ἀρτάβαι ρα 𐅵κδ. γίνονται τούτων πυροῦ ἀρτάβαι ρβ γ η. γίνονται ἐπὶ τὸ αὐτὸ διὰ κατοίκων πυροῦ ἀρτάβαι Ασιζ δ κδ ὧν ἀβρόχου πυροῦ ἀρτάβαι υξζ δ κδ, λοιπαὶ πυροῦ ἀρτάβαι ψν, πλείω ὀσπρέων ἀρτάβαι νε.