Ancient Greek
P.Petaus 47
Documentary Papyri, P.Petaus 47
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. εἰς τὸ προστῆναι ἐπιτηδείων πρὸς τὴν παρουσίαν τοῦ λαμπροτάτου ἡγεμόνος Λογγαίου Ῥούφου ὅπως ἔκπλεω ὑπάρχῃ τοῖς βουλομένοις πρίασθαι κατὰ τὰ διατεταγμένα, δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους. εἰσὶ δέ· ἐπὶ μὲν ἄρτου Διόσκορος Ἰσχυρίωνος τοῦ Διοσκόρου ἔχων πόρον δραχμῶν Α Ἰσχυρίων Ἀμμωνίου τοῦ Εὑρήμονος μητρὸς Ἡρακλείας ὁμοίως δραχμῶν ϡ Μάρων Μαρείνου τοῦ Μάρωνος ὁμοίως δραχμῶν Α Δεῖος Νεσεῦτος τοῦ Ἰσχυρίωνος ὁμοίως δραχμῶν ϡ ἐπὶ δὲ οἰνοπωλῶν Παντώνυμος Ἰσχυρίωνος τοῦ Παντωνύμου ὁμοίως δραχμῶν Α Ἀφροδείσιος Ἀφροδεισίου τοῦ Ἀφροδεισίου ὁμοίως δραχμῶν ω Ἰσχυρίων Ἡρακλᾶ τοῦ Ἰσχυρίωνος ὁμοίως δραχμῶν Α καὶ ἐπὶ ἐλαίου Εὐάγγελος Ἥρωνος τοῦ Εὐαγγέλου ὁμοίως δραχμῶν …Ἀπύγχις Πετεεῦτος τοῦ Ἰσχυρίωνος ὁμοίως δραχμῶν …Ζώσιμος καὶ ὡς χρηματίζει, γεουχῶν ἐν …ὁμοίως δραχμῶν …καὶ ἐπὶ τῶν ξενίων Ἰσχυρίων Νεσεῦτος τοῦ Ὀρσενούφεως ὁμοίως δραχμῶν …Ἰσχυρίων Ὀρσενούφεως τοῦ Φιλάμμωνος ὁμοίως δραχμῶν …καὶ ἐπὶ τῆς κριθῆς Ἰσχυρίων Ἀθᾶ τοῦ Μάρωνος ὁμοίως δραχμῶν χ Πνεφερῶς Νεσεῦτος μητρὸς Δημῶτος ὁμοίως δραχμῶν …Μάρων Ἥρωνος τοῦ Μάρωνος ὁμοίως δραχμῶν …Σωκρᾶς Πετεπνούτεως ὁμοίως δραχμῶν φ Παμοῦνις Κέννα ὁμοίως δραχμῶν φ Πτόλλις Παθύνεως τοῦ Πτόλλιδος ὁμοίως δραχμῶν χ Πααῦς Πααῦτος τοῦ Θεαβέννεως μητρὸς Θασῶτος ὁμοίως δραχμῶν χ Πααῦς Πτολλᾶ τοῦ Π… μητρὸς Ταμαρρείους ὁμοίως δραχμῶν χ καὶ ἐπὶ ξύλων Ἰσχυρίων Ἱερακίωνος τοῦ Φανίου ὁμοίως δραχμῶν χ Πεεβαῦς Ἁτρῆτος τοῦ Ὀννώφρεως ὁμοίως δραχμῶν φ καὶ ἐπὶ λαχάνων καὶ τῶν ἄλλων ἐπιτηδείων Ἀκιᾶρις Σύρου ὁμοίως δραχμῶν χ Κᾶρος Παποντῶτος ὁμοίως δραχμῶν φ Σιᾶσις ἐπικαλούμενος Σιλβᾶς ὁμοίως δραχμῶν φ Ἀφροδᾶς Ἡρακλᾶτος ὁμοίως δραχμῶν χ Ὀννῶφρις Ἀκοῦτος ὁμοίως δραχμῶν φ Σαραπίων Ἰσχυρίωνος ἐπικαλούμενος Πιθιαῖθις ὁμοίως δραχμῶν χ καὶ ἐπὶ ἀναγραφῆς τῶν ἐν τῷ πραιτωρίῳ Σαραπίων Ἰσχυρίωνος ὁμοίως δραχμῶν χ Ἅρπαλος Ἁρπαησίωνος ὁμοίως δραχμῶν φ Πνεφερῶς Θέωνος ὁμοίως δραχμῶν χ καὶ ἐπὶ πλοίων ἁλιευτικῶν Ἰσχεῖς Ἰσχεῖτος ὁμοίως δραχμῶν φ Φάσεις Νεσεῦτος ὁμοίως δραχμῶν χ Ἁτρῆς Νεσεῦτος ὁμοίως δραχμῶν ψ Σαραπίων Πετενούφεως ὁμοίως δραχμῶν χ Ἡρακλῆς Πααίπεως ὁμοίως δραχμῶν φ Πεταῦς ἐπιδέδωκα. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ, Τῦβι λ.