Ancient Greek
P.Petaus 49
Documentary Papyri, P.Petaus 49
Not analysed yet
…αἰγιαλοφύλακι Ἀρσινοίτου διὰ τοῦ …λογρα… …αειτος διαδεχομένου τὰ κατὰ τὴν αἰγιαλοφυλακίαν παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. αἰτούμενος ὑπὸ σοῦ ὀνόματα εἰς ἐκβολὴν ἐργατῶν τῶν ὀφειλόντων ἀπεργάζεσθαι τὰ χωματικὰ ἔργα τοῦ ἐνεστῶτος κε ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους τῷ ἐμαυτοῦ κινδύνῳ. εἰσὶ δέ· Πτολεμαίδος Ὅρμου Παῆσις Τουάνεως Ἰσχυρίων Ἥρωνος τοῦ Φιλάμμωνος Σύρων κώμης Πτολεμαῖος Πτολεμαίου Κερκεσούχων Ὄρους Πανῆσις Πανήσεως ἐπικαλούμενος Ἀμμούει Πεταῦς κωμογραμματεὺς ἐπιδέδωκα. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι β