Ancient Greek
P.Petaus 60
Documentary Papyri, P.Petaus 60
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Σύρων καὶ ἄλλων κωμῶν. ἀντὶ Πτολεμαίου Παθύνεως καὶ Πααῦτος Πααῦτος καὶ Κιλικᾶς Ἐσούρεως πρακτόρων σιτικῶν διὰ δημοσίων γεωργῶν κώμης Σύρων καὶ ἀντὶ Πτολεμαίου Σωκράτους καὶ Ἀγαθοῦ Δαίμονος Δείου ὁμοίως πρακτόρων σιτικῶν διὰ κατοίκων τῆς αὐτῆς κώμης καὶ ἀντὶ Πετεσούχου Φανήσεως καὶ Σαραπίωνος Ὥρου ὁμοίως πρακτόρων σιτικῶν διὰ δημοσίων γεωργῶν κώμης Κερκεσούχων Ὄρους καὶ ἀντὶ Πετερμούθεως Πααῦτος ὁμοίως πράκτορος σιτικῶν διὰ κατοίκων τῆς αὐτῆς κώμης, τῶν η ἔγγιστα πληρούντων τὸν χρόνον, δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους γνώμῃ καὶ ἐνγύῃ πάντων τῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν περὶ αὐτὰς γεωργούντων πάντων ἐξ ἀλληλεγγύης πεμφθησομένους εἰς κλῆρον τῷ κρατίστῳ ἐπιστρατήγῳ. ἔστι δέ· Σύρων κώμης διὰ δημοσίων Πααῦς Σοκμᾶ μητρὸς Ἡρᾶτος ἔχων πόρον δραχμῶν ω Πειιῶν Ἀπολλωνίου μητρὸς Θερμούθεως ὁμοίως δραχμῶν ω Πτολεμαῖος Σωκράτους ἐπικαλούμενος Σέλπις ὁμοίως δραχμῶν ψ Ψονθνεῦς Πααῦτος μητρὸς Τασούχεως ὁμοίως δραχμῶν ψ Παθῦνις Βελεκέννιος μητρὸς Θερμούθεως ὁμοίως δραχμῶν ω Πααῦς Καμματάις ἐπικαλούμενος Παπκιὲπ ὁμοίως δραχμῶν ψ καὶ διὰ κατοίκων ὁμοίως Κολλοῦθος Ἡρᾶ Φῆλιξ ὁμοίως δραχμῶν ω Σοκμᾶς Ψονθνεῦτος ἐπικαλούμενος Ταᾶ ὁμοίως δραχμῶν ψ Ἀπύγχις Παθύνεως Καλατιῶτς ὁμοίως δραχμῶν ω Μιῦσις Μούιτος ἐπικαλούμενος Κάτς ὁμοίως δραχμῶν ψ Κερκεσούχων Ὄρους ὁμοίως διὰ δημοσίων Πααῦς ἀπάτωρ μητρὸς Θερμούθεως ὁμοίως δραχμῶν ω Ἀγχορίμφις Φάσει μητρὸς Θαήσεως ὁμοίως δραχμῶν ψ Φάσεις Φανήσεως μητρὸς Ταοννώφρεως ὁμοίως δραχμῶν ψ Ὀρσενοῦφις Φανήσεως μητρὸς Τεναῦτος ὁμοίως δραχμῶν ω καὶ διὰ κατοίκων ὁμοίως Ὧρος Ἁροννώφρεως μητρὸς Θαήσεως ὁμοίως δραχμῶν ψ Ὀννῶφρις Ὀννώφρεως ἐπικαλουμένου Ἁσιῆ ὁμοίως δραχμῶν ω Πεταῦς κωμογραμματεὺς ἐπιδέδωκα. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι α.