Ancient Greek
P.Petaus 62
Documentary Papyri, P.Petaus 62
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Ἡρακλείου τοῦ καὶ Λιβερᾶλις διαδεχομένου τὴν στρατηγίαν παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. ἀντὶ Φιλώτα Ἰσχυρίωνος καὶ Φαήσεως Πνεφερῶτος καὶ Γαίωνος Ἰσχυρίωνος καὶ Ἥρωνος Κοννῶτος τῶν δ πρακτόρων σιτικῶν διὰ δημοσίων γεωργῶν Πτολεμαίδος Ὅρμου καὶ Πετεσούχου Φανήσεως καὶ Σαραπίωνος Ὥρου τῶν β ὁμοίως πρακτόρων σιτικῶν διὰ δημοσίων γεωργῶν κώμης Κερκεσούχων Ὄρους τῶν ἐπὶ τὸ αὐτὸ ἀνδρῶν ϛ ἔγγιστα πληρούντων τὸν ὡρισμένον χρόνον δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους γνώμῃ καὶ ἐγγύῃ πάντων τῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν περὶ αὐτὰς γεωργούντων κατὰ τὸ ἔθος πεμφθησομένους εἰς κλῆρον τῷ κρατίστῳ ἐπιστρατήγῳ. ἔστι δέ· Πτολεμαίδος Ὅρμου Ἥρων Ἰσχυρίωνος μητρὸς Σαμβοῦτος ἔχων πόρον δραχμῶν ω Πτολλᾶς Πτολλᾶ τοῦ Ἰσχυρίωνος μητρὸς Ἡραίδος ὁμοίως δραχμῶν ϡ Ἰσχυρίων Ἥρωνος τοῦ Φιλάμμωνος μητρὸς Ἡρακλοῦτος ὁμοίως δραχμῶν ω Ἀφροδᾶς θέωνος μητρὸς Σουμήιτος ὁμοίως δραχμῶν ω Ἥρων Ἥρωνος τοῦ Ἰσχυρίωνος μητρὸς Ἰουλιᾶτος ὁμοίως δραχμῶν ϡ Ἀσκλᾶς ἀπάτωρ μητρὸς Σαραπιάδος ὁμοίως δραχμῶν ω Πνεφερῶς Θέωνος μητρὸς Σειετοῦς ὁμοίως δραχμῶν ω Ἑρμᾶς Ἥρωνος μητρὸς Βεροῦτος ὁμοίως δραχμῶν ϡ Κερκεσούχων Ὄρους ὁμοίως