Ancient Greek
P.Petaus 65
Documentary Papyri, P.Petaus 65
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεταῦτος κωμογραμματέως Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν. ἀντὶ Μάρωνος Σαβείνου καὶ Ἰσχυρίωνος Φάσειτος καὶ Ἥρωνος Ἁτρείους τῶν γ πρακτόρων ἀργυρικῶν κώμης Πτολεμαίδος Ὅρμου καὶ Ἥρωνος Ἡρακλείδου καὶ Ἡρακλείδου Ζωίλου καὶ Ποτάμωνος Σωκράτους καὶ Πααῦτος Σοκμᾶ καὶ Ἰούστου Ἑρμείου καὶ Ἁρποκρατίωνος Ποτάμωνος τῶν ϛ ὁμοίως πρακτόρων ἀργυρικῶν κώμης Σύρων καὶ Φανήσεως Μαρρείους καὶ Ὀννώφρεως Πετερμούθεως καὶ Ὀννώφρεως Πααβῶτος καὶ Ὥρου Ὀννώφρεως τῶν δ ὁμοίως πρακτόρων ἀργυρικῶν κώμης Κερκεσούχων Ὄρους τῶν ιγἔγγιστα πληρούντων τὸν ὡρισμένον τριετῆ χρόνον δίδωμι τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους γνώμῃ καὶ κινδύνῳ τῶν ἀπὸ τῶν κωμῶν καὶ τῶν περὶ αὐτὰς γεωργούντων τῶν καὶ ἐγγυωμένων αὐτοὺς κατὰ τὸ ἔθος ἐξ ἀλληλεγγύης πεμφθησομένους εἰς κλῆρον τῷ κρατίστῳ ἐπιστρατήγῳ. ἔστι δὲ Πτολεμαίδος Ὅρμου· Πεθεὺς Ἰσχυρίωνος μητρὸς Θαυβάστεως ἔχων πόρον δραχμῶν ψ Δῖος Παποντῶτος μητρὸς Θαυβᾶτος ὁμοίως δραχμῶν χ Ἰσχυρίων Νεσεῦτος μητρὸς Ἡρῶτος ὁμοίως δραχμῶν ψ Πνεφερῶς Τούρβωνος μητρὸς Θαυβᾶτος ὁμοίως δραχμῶν χ Ἰσχυρίων Ἰσχυρίωνος μητρὸς Τασουχᾶτος ὁμοίως δραχμῶν ψ Ἰσχυρίων ἀπάτωρ μητρὸς Ταμύσθης ὁμοίως δραχμῶν χ Σύρων κώμης ὁμοίως Παπίων Ποτάμωνος μητρὸς Τασουχαρίου ὁμοίως δραχμῶν ψ Πτολλᾶς Πτολεμαίου Καλαουάκις ὁμοίως δραχμῶν χ Τύραννος Παθύνεως ὁμοίως δραχμῶν ψ Ποτάμων Ἰουλίου ἰατρὸς ὁμοίως δραχμῶν χ Πτολίων Σοκμᾶ Ἀνσᾶς ὁμοίως δραχμῶν ψ Ποτάμων Παθύνεως Κανῖβις ὁμοίως δραχμῶν χ Μαρρῆς Πααῦτος υἱὸς Πλάτωνος ὁμοίως δραχμῶν ψ Νεῖλος Ἁτρείους τοῦ καὶ Διδύμου Πτολλιδος ὁμοίως δραχμῶν χ Σωκράτης Πτολεμαίου τοῦ Νεσεῦτος ὁμοίως δραχμῶν ψ Παθῦνις Σοκμᾶ τοῦ Σοκμᾶ μητρὸς Θερμούθεως ἐπικαλούμενος Πουνανοῦπ ὁμοίως δραχμῶν ω Πακῦσις Σοκμᾶ τοῦ Ψονθνεῦτος ἐπικαλούμενος Πτιῶλι ὁμοίως δραχμῶν ψ Ποτάμων Πτολλᾶ ἐπικαλούμενος Τιουῆ ὁμοίως δραχμῶν ω Κερκεσούχων Ὄρους ὁμοίως Πετεσοῦχος Φανήσεως μητρὸς Τανεσεῦτος ὁμοίως δραχμῶν χ Σαραπίων Ὥρου μητρὸς Χαριτοῦτος ὁμοίως δραχμῶν ψ Σαραπίων Ἀκοῦτος μητρὸς Θαήσεως ὁμοίως δραχμῶν χ Φανῆσις Ἁροννώφρεως μητρὸς Θαήσεως ὁμοίως δραχμῶν ψ Πααῦς Ἀμοννῆτος μητρὸς Ἐσερέμπεως ὁμοίως δραχμῶν χ Ὀρσενοῦφις Ἁρφαήσεως μητρὸς Τααβῶτος ὁμοίως δραχμῶν ψ Ὀρσενοῦφις Ὥρου μητρὸς Ταυσοραίπεως ὁμοίως δραχμῶν χ Φανῆσις Ὀννώφρεως μητρὸς Ἀρτέμιτος ὁμοίως δραχμῶν ψ