Ancient Greek
P.Petr. 1 29
Documentary Papyri, P.Petr. 1 29
Not analysed yet
Ἀλκαῖος Σωσιφάνει χαίρειν. χάρις τοῖς θεοῖς πολλὴ εἰ ὑγιαίνεις· ὑγιαίνει δὲ καὶ Λώνικος. πεφύτευται δὲ καὶ ἡ ἄμπελος πᾶσα πυθμένες τριακόσιοι καὶ τὰ περὶ τὴν ἀναδενδράδα. τὸ δὲ ἔλαιον δέδωκεν χοῦς ϛ. τούτων ἔχει Δύνις γ. ἐχρησάμην δὲ καὶ παρὰ Δύνεως ἀρτάβας δ κριθοπυρῶν αὐτοῦ ἐπαγγελομένου καὶ φιλοτίμου ὄντος. γίνωσκε δὲ καὶ ὅτι ὕδωρ ἕκαστος τῶν ὁρώντων τὴν ἄμπελον φυτευομένην πρότερον δεῖν φασιν ὑπάρχειν ὀχετεύομεν δὲ καὶ ποτίζομεν εὐθὺς τὰ πρῶτα ιιι ἔρρωσο.