Ancient Greek
P.Petr. 2 17 (3)
Documentary Papyri, P.Petr. 2 17_3
Not analysed yet
…Λαμίσκηι πρὸς ἣν δικάζεταί Ἄτταλος. οἰκῶ ἐν Κροκοδίλων πόλει μετὰ τοῦ πατρός μου καὶ τῆς μητρὸς Ἰσιδότης ἐν τῶι οἰκήματι τῶι πρὸς τοῖς Ἀριστίππου λεγομένοις προσφόροις ὧν ἐστιν ἀπέναντι κατά τι μέρος …τοῦ οἰκήματος ἐν ὧι οἰκοῦμεν οἴκημα ἐν ὧι Ἡρα… αὐτῆι ἐργαζόμενος τὸ πλέον τῆς ἡμέρας ἐν τῶι οἰκήματι ἐν δὲ τῆι ἀνὰ μέσον ῥύμηι τῶν τε Ἀριστίππου λεγομένων προσφόρων καὶ τοῦ οἰκήματος οὐχ ἑώρακα οὔτε ἀντιλογίαν γενομένην Ἀττάλωι κατὰ τὴν Λαμίσκην οὐδὲ παρόντας ἐν τούτωι τῶι τόπωι ἑώρακα τὸν Λαμίσκης ἄνδρα Παρμενίσκον οὐδὲ Νουμήνιον συμπαρόντας ἐν τούτωι τῶι τόπωι ταύτηι τῆι ἡμέραι Λαμίσκης καὶ Ἀττάλου ……οὐδὲν ἄδικον οὐδʼ ἐπεμαρτύρατό με Ἄτταλος