Ancient Greek
P.Petr. 2 2 (2)
Documentary Papyri, P.Petr. 2 2_2
Not analysed yet
Μοσχίων Διοφάνει χαίρειν. ἐκόμισέν μοι Δωρίμαχος ἔντευξιν κεχρηματισμένην κατὰ Διονυσίου, ἐν ἧι ὑπεγέγραπτο φροντίσαι, ὅπως τῶν δικαίων τύχηι. ἀνακαλεσάμενος οὖν τὸν Διονύσιον ἐπανέγνων αὐτῶι τὴν ἔντευξιν καὶ ἐκέλευον τὰ δίκαια τῶι Δωριμάχωι ποιῆσαι. ἀντιλέγοντος δὲ τοῦ Διονυσίου, μηθὲν ἔχειν τῶν διὰ τῆς ἐντεύξεως ἐγκεκλημένων ἀπέσταλκα αὐτὸν πρὸς σὲ τῆι ϛ τοῦ Φαρμοῦθι. ἔρρωσο. ἔτους κε Φαρμοῦθι ε. Μοσχίων Διοφάνει. ἔτους κε Ἀπελλαίου ι Φαρμοῦθι ϛ Μοσχίων περὶ Διονυσίου …Δωρίμαχος. Διοσκουρίδης Διοφάνει τῶι πατρὶ χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς ἄλλοις ἀλύπως ἀπαλλάσσεις, εἴη ἂν ὡς ἐγὼ τοῖς θεοῖς εὐχόμενος διατελῶ· καὶ αὐτὸς δʼ ὑγίαινον. Ἀσκληπιάδης ὁ ἀποδεδωκώς σοι τὴν ἐπιστολὴν ἐστιν ἀδελφός μου …σοῦ ἕνεκεν ἀναπλέων …ἐὰν περί τινος σου χρείαν ἔχηι …ηι ἀπανγέλλειν τοῖς …ἔτους κε Φαμενὼθ ια