Ancient Greek
P.Petr. 2 2 (4)
Documentary Papyri, P.Petr. 2 2_4
Not analysed yet
ὁ δεῖνα Διοφάνει χαίρειν. εἰ ἔρρωσαι καὶ ἡ θυγάτηρ σου καὶ τὰ παιδία ὑγιαίνουσι καὶ τὰ ἄλλα σοι κατὰ λόγον χωρεῖ, εἴη ἂν ὡς ἡμεῖς τοῖς θεοῖς εὐχόμενοι διατελοῦμεν· ὑγίαινον δὲ καὶ αὐτὸς καὶ Διοσκουρίδης ὁ υἱός σου. Ἀσκληπιάδης ὁ ἀποδεδωκώς σοι τὴν ἐπιστολὴν συνεστάθη ἡμῖν ὑπὸ …ας χρείαν ἔχων γράψαι πρὸς σὲ …προσπορεύηταί σοι εὐχαριστήσεις μοι …περὶ ὧν ἂν αὐτὸς παραγίνηται διʼ ἡμᾶς πεπολυωρημένος …μάλιστα δὲ σεαυτοῦ ἐπιμελόμενος ἵνα ὡς ἂν συμμείξωμεν …τὸ σῶμα. ἔρρωσο