Ancient Greek
P.Petr. 2 32 (1)
Documentary Papyri, P.Petr. 2 32_1
Not analysed yet
ἔτους η Μεσορὴ ιζ Δωροθέωι ἐπιμελητῆι παρὰ Πετοσίριος βυρσοδέψου τῶν κατοικούντων ἐν Κροκοδίλων πόλει. ἐργαζομένου μου ἐν τῶι βασιλικῶι ταμιείωι τῶν δερμάτων καὶ ἐμοῦ ἔχοντος οἴκημα καθότι καὶ οἱ λοιποὶ ἐν ὧι ἐνοικῶ, τοῦ δὲ τελώνου …Φιλίππου ἐπιχωρήσαντος ἐργάζεσθαι κῴδια, ἃ τίλλοντες …τὰ μὲν ἐρίδια τοῖς κασοποιοῖς, τὰ δὲ ἐξ αὐτῶν λήμματα παραδίδομεν εἰς τὸ βασιλικὸν τῶι τελώνηι, ἔτι δὲ καὶ πρότερον ἐν τοῖς ἐπάνω χρόνοις τοῦθʼ ἡμῖν κεχωρημένον ἐστὶν καὶ ἐπὶ τῶν ἄλλων τελωνῶν νυνὶ δὲ παρεμπηδήσας τις Διονύσιος ὃς οὔτε τελωνεῖ ἀλλʼ ἐφέλκεται τῶι Φιλίππωι εἰσπηδήσας εἰς τὸ οἴκημα οὗ ᾤκουν τῆι β τοῦ Ἐπεὶφ ᾤχετο ἔχων μου ἱμάτια αἰγύπτια ἃ ἦν ἄξια δραχμῶν ω καὶ χαλκοῦ δραχμὰς φξ, προσκεφάλαια β ἔρεα καινὰ δραχμῶν ρ …μνᾶς ε εἰργασμένων ἄξια δραχμῶν τ, κατατετριμμένους χίτωνας β δραχμῶν λ, στήμονος λεπτοῦ στατῆρας ιβ δραχμῶν μ, κύαθον κόνδυ δραχμῶν ι καὶ συγγραφὴν ἣν εἶχον ἐπὶ σίτωι δεδανεισμένωι ἐπὶ ἀρταβῶν ιβ ἃς καταβὰς ἐκκεκόμισται ὃ ἦν ὡς δʼ ἡ συγγραφὴ διαγορεύει ἑκάστης ἀρτάβης δραχμῶν ξ ὥστε εἶναι δραχμὰς ψκ, σκευῶν γρύτην δραχμῶν ρ καὶ κῴδια ἃ ἐπένευσεν ὁ Φίλιππος πᾶσιν ἡμῖν ἐργάζεσθαι ἐξενήνοχεν ἃ ἦν …ἀνὰ ιζ ὥστʼ εἶναι τὸ πᾶν ὧν ἐξενήνοχε δραχμὰς Βχ. ἀξιῶ οὖν σὲ μὴ ὑπεριδεῖν με ἠδικημένον εἰς τὰ μάλιστα ἀλλʼ ἀνακαλεσάμενον τὸν Διονύσιον ἐπερωτᾶν αὐτόν τίνος χάριν ἐξενήνοχε τὰ …ει… …εησμονηκότων εἰς Φίλιππον τὸν τελώνην καὶ ἐὰν ἦι ἃ γράφω ἀληθῆ ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι πάντα τὰ ἐπικαλούμενα. τούτου γὰρ γενομένου ἔσομαι τετευχὼς τῶν παρὰ σοῦ φιλανθρώπων εὐτύχει τὰ πρὸς τὸν σκυτέα ἀνακαλέσασθαι τὸν πρὸς τῆι δερματηρᾶι