Ancient Greek
P.Petr. 2 37
Documentary Papyri, P.Petr. 2 37
Not analysed yet
…κλύζεται ὑπὸ τοῦ κλύδωνος καλῶς. οὖν ποιήσεις συντάξας ἐξαποστεῖλαι ἀνοῦχι ὅτι πλεῖστον καὶ περὶ τοῦ θρύου Θέωνι γράψας εὐτονώτερον. ἄλλη. ἦσαν ἀνεωγμέναι ἀπὸ τῆς ἐν τῆι ἐγβατηρίαι ἀφέσεων θύρα α καὶ ἀπὸ τῶν κατὰ Πτολεμαίδα ἀφέσεων ἄλλη α καὶ πρότερον ἢ Διογένην σοι γράψαι ἠνῴξαμεν τῶν κατὰ Πτολεμαίδα τῆι ια θύραν α καὶ νῦν δὲ κομισάμενοι τὴν παρὰ σοῦ ἐπιστολὴν τῆι ιβ ἠνῴξαμεν ἄλλην α ὥστʼ εἶναι τὰς ἐνεργούσας θύρας δ. καλῶς οὖν ποιήσεις γράψας Ἀριστάρχωι τηρεῖν τὸ χῶμα τὸ ἀπὸ τοῦ κατὰ Πόαν θησαυροῦ …τοῦ μεγάλου χώματος οὗ ἐξείληφεν Ποσειδώνιος …ε… παρέχωσιν …ἐξειλήφασιν καὶ παραθέσεις ὑπάρχωσιν Διογένει παρὰ …διαμαρτυρόμενος οὓς …ωυνης ὁ ἐκ Ψεναρυὼ …φάσκων τῶι πλε… τὰ ἔργα ἐν τωι πεδίωι ἐφʼ ἃ δεῖ ι ἀωίλια ἀναβληθῆναι ἵνα μὴ τοῦ ὕδατος ἀφεθέντος διὰ τοῦ σωλῆνος φέρηται εἰς κενὸν διὰ τὸ μὴ ἐπικεχῶσθαι τὰ διακόμματα. καλῶς οὖν ποιήσεις φρόντισας διʼ ὧν δεῖ ταῦτα ἐργασθῆναι. ὁ γὰρ καιρὸς οὐδεμιᾶς ὑπερβολῆς προσδεῖται Διονυσίωι …αν… ἠνώιξαμεν …παραφρυγανισμ …περὶ ϛ6 τῶν κατὰ Πτολεμαίδα ἀφέσεων πλεόνων θυρῶν ἀνεῳγμένων ὑπὸ τῆς βίας τοῦ ὕδατος καὶ ἐνκλείναντος τοῦ ῥεύματος εἰς τὸ πρὸς βορρᾶν μέρος ζευγμάτων τῶν μεγάλων ἐν Σοκ…ιδι. καλῶς οὖν ποιήσεις ἀποστείλας ἡμῖν τὸ ἀνοῦχι ὅτι πλεῖστον. οὐ γὰρ δύναμαι ἀνθιστάνειν ἕως ἂν ὀχυρωθῆι. ἄλλη. καλῶς ποιήσεις συντάξας ἀποστ… τὴν πρότερον ἐπιστολὴν θύραν ἠνῴξαμεν …καὶ τὸ κατὰ Ψεοννῶφριν χῶμα …γέγραφα Διονυσίωι ὅπως …Διονυσίωι. γέγραφέν μοι …ὁ λαμβάνων τὸν ἐξειληφότα τὸ κατὰ Ψεοννῶφριν χῶμα …καλῶς οὖν ποιήσεις …νατ…αη οὖν συναναγκάσαι τὰ ἔργα συντελεῖν ἤδη Ἀριστάρχωι κα…εγραψ… γράψαντός σου τὴν πρότερον προς… καλῶς …ξαι σοι θύραν α τῶν κατὰ Πτολεμαίδα ἀφέσεων ἠνῴξαμεν β θύρας. μὴ οὖν γράφε ἡμῖν ὅτι οὐθένα λόγον πεποιήμεθα. εἰ οὖν ἔτι …ἀνοῖξαι δεῖ γράψον. ιδ Παυῆι. ἔγραψάς μοι παραγενόμενος εἰς Σεβέννυτον εὑρεῖν τὴν ιχ… διώρυγα ἀσυντέλεστον. ἐγὼ δὲ ἐπισκεψάμενος ἐν ἄρχηι ἃ δεῖ η γένεσθαι ἔργα ε…ις… Διονυσίωι ἐν ὑπομνήματι. διὸ καλῶς ποιήσεις Διονύσιον καὶ …ἕκτης α… καλῶς οὖν ποιήσεις ε… ἐπισκεψάμενος ἵνα ἀποκαταστήσωσιν αὐτὰ εἰς τὸν νομόν, εἰλήφασιν γὰρ τὰ διʼ ἐμοῦ …Θεοφίλωι καθάπερ ἔγραψάς μοι εὐ…οσας ἐγδεδέχθαι Ἀρίσταρχον τὸν νομάρχην προσάξειν τὴν ἡμέραν ἀνούχιος γόμους ὑποζυγίων ν, ὡσαύτως δὲ καὶ τοὺς λοιποὺς νομάρχας ὃ ἂν προσάγωσι, γράφε μοι ἐπιμελῶς καθʼ ἡμέραν Διονυσίωι οὐδι ἔτι καὶ νῦν ἐπὶ τὴν ἄφεσιν τὴν ἐπὶ τῶν Μοντιλαι ὁ παρὰ Νικ… πεπορεύται