Ancient Greek
P.Petr. 2 11 (2)
Documentary Papyri, P.Petr. 12
Not analysed yet
Πολυκράτης τῶι πατρὶ χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, καλῶς ἂν ἔχοι. ἐρρώμεθα δὲ καὶ αὐτοί. γίγνωσκέ με τὴν ἱεροποίαν ὠικονομημένον καὶ εἰς γεωμέτρου πορευόμενον. ἀπογέγραμμαι δὲ ἐπὶ τελώνιον τὸ οἰκόπεδον φέρον ἐνοίκιον δραχμῶν ιζ τριώβολον ἵνα ἐκ τοσούτου φέρωμεν τὴν εἰκοστὴν καὶ μὴ ὥσπερ πρότερον ἐκ τριάκοντα δραχμῶν. ἀναγγέλουσι δʼ ἡμῖν εικηνερροδωικ…χη …ἀπέγνωκα …οὐδὲ γράμματα θέλειν …τοπο…