Ancient Greek
P.Petr. 2 13 (5)
Documentary Papyri, P.Petr. 17
Not analysed yet
Πανακέστωρ Κλέωνι χαίρειν. ἀπεστείλαμέν σοι καὶ τῆι κθ ὅπως ἂν ἀποστείληις πλήρωμα ὃ κατασκευᾶι τοὺς ἀγκῶνας τῆς μικρᾶς διώρυγος. σὺ δὲ φαίνει παρεληλυθέναι εἰς τὴν Μικρὰν Λίμνην. οὐκ ἔδει μὲν οὖν σε παραπορεύεσθαι, ἀλλὰ καὶ πρὸς ἡμᾶς παραβαλεῖν ὥρας μόριον καὶ τεθεαμένον σε μὴ βρεχομένην τὴν γῆν, ἐπερωτῆσαι διὰ τίνʼ αἰτίαν οὐ βρέχομεν. οὐ γὰρ μόνον τέταξαι τὴν Μικρὰν Λίμνην ἀρχιτεκτονεῖν ἀλλὰ καὶ ταύτην. ἔτι οὖν καὶ νῦν συνάντησον ἡμῖν αὔριον ἐπὶ τὴν ἄφεσιν καὶ ἀρχιτεκτόνησον ὡς δεῖ τὸ ὕδωρ ἀγκωνίζειν· ἡμεῖς γὰρ ἄπειροί ἐσμεν. σώματα δὲ καὶ τὴν λοιπὴν χορηγίαν ἡμεῖς παρέξομέν σοι, ὅσην ἂν συντάσσηις. ἐὰν δὲ μὴ παραγένηι, ἀναγκασθησόμεθα γράφειν Ἀπολλωνίωι ὅτι μονωτάτη ἡ αὐτοῦ γῆ ἐν τῆι Λίμνηι ἄβροχός ἐστιν, ἡμῶν βουλομένων πᾶσαν χορηγίαν παρέχειν. ἔρρωσο. ἔτους κθ Μεσορὴ κα.