Ancient Greek
P.Petr. 2 4 (11)
Documentary Papyri, P.Petr. 25
Not analysed yet
Ἀλέξανδρος Κλέωνι χαίρειν. τῆς ἐξαγωγοῦ τῆς φερούσης ἐκ Τεβέτνου καὶ Σαμαρείας εἰς Κερκέησιν ἣν ἐσκάψαμεν πέρυσι ἐγκατάλειμμα γέγονεν. καλῶς οὖν ποιήσεις συντάξας ὑπολογῆσαι εἰς τὰ ἁλικὰ τοῖς ἐκ Κερκεήσιος λαοῖς δραχμὰς σ ὧν ἀωίλια μετρήσουσιν εἰς ξ τῶν δ δραχμῶν ἵνα συντελεσθῆι καὶ ἡ γῆ μὴ κατάβροχος γίνηται. ἀπόστειλον δʼ ἡμῖν καὶ ξύλα τὰ λοιπὰ τῶν σ ὅτι εὐμηκέστατα καὶ παχύτατα ἵνʼ ἔχωμεν εἰς διατόναια ταῖς γεφύραις. τούτοις γὰρ κατακωλυόμεθα. ὡσαύτως δὲ καὶ σχοινία ρ, ἐὰν δὲ ὑπάρχηι πλέω σ. ἔρρωσο. ἔτους λα Παῦνι ιϛ ἔτους λα, Παυνι ιϛ Κλέωνι παρ ̓ Ἀλεξάνδρου.