Ancient Greek
P.Petr. 3 44 (3)
Documentary Papyri, P.Petr. 34
Not analysed yet
ὁ δεῖνα Κλέωνι χαίρειν. ἧς γέγραφεν ἡμῖν Θράσυλλος ἐπιστολῆς πέπομφά σοι τὸ ἀντίγραφον. ἀνοιχθήτω οὖν ἡ θύρα ὅπως ἡ ἐν Θεογενίδι γῆ ποτισθῆι τὸ τάχος. ἔρρωσο …Θράσυλλος τῶι δεῖνι χαίρειν. …διὰ τὸ ἐκ τῶν ἐν Πτολεμαίδι κατακλείδων βράδεως τὸ ὕδωρ ἐπιρρεῖν τὸ ἐκ τῆς μεγάλης διώρυγος, ἀπέστρεψα εἰς τὴν ὑπώρειον και…, ἐν τῆι μεγάληι δὲ διώρυγι τὰ π…. ρι… ὑπὸ δύο …ἐμ Πτολεμαίδι ἀνεῶιχθαι καὶ οὐχ ἱκανόν μοι γίνεται τὸ νῦν ἐπίρρεον. καλῶς ἂν οὖν ποιήσαις γράψας Κλέωνι ἤδη …ασαι.