Ancient Greek
P.Petr. 2 13 (14)
Documentary Papyri, P.Petr. 65
Not analysed yet
Ἁρμᾶις Κλέωνι χαίρειν. εἰς τὸν θησαυρὸν τὸν ἐν Τ… ἀνήγγελλέν μοι ὁ οἰκοδόμος μυριάδας β πλίνθου. μόνον δέδοται τὸ ἀνήλωμα. ἐπεὶ οὖν ὁ σῖτος συνάγεται καὶ ἔστιν καθαρὸς νῦν ἐπὶ τῶν ἁλώνων, σύνταξον ἀποστεῖλαι πρὸς τὸν οἰκοδόμον ἤδη τὸ ἀνήλωμα εἰς τὸν θησαυρὸν εἰς τὸ μὴ ἀργεῖν· προεφέρετο δὲ ταύτην τὴν αἰτίαν. ἔρρωσο. ἔτους λ Φαρμοῦθι …παρὰ Ἅρμαιος περὶ οἰκοδόμων. Κλέωνι