Ancient Greek
P.Petr. 1 30 (1)
Documentary Papyri, P.Petr. 8
Not analysed yet
Φιλωνίδης τῶι πατρὶ χαίρειν. καλῶς ποιεῖς εἰ ὑγιαίνεις, ὑγιαίνω δὲ καὶ αὐτός. ἐγράψαμέν σοι καὶ ἐν ταῖς ἔνπροσθεν ἐπιστολαῖς, ὅτι οὐδὲ τὰ …ρα ἔχομεν οὔδε τὰ ὀθόνια. ὡς ἂν οὖν λάβωμεν, πέμψομεν. γίνωσκε δὲ Σάτυρον ὄντα ἐν Μέμφει ἀρρωστοῦντα καὶ τὰς διατριβὰς ποιούμενον ἐν τῶι Ἀσκληπιείωι. ἔρρωσο. ἔτους …Φαρμοῦθι…