Ancient Greek
P.Petr. 2 29 b
Documentary Papyri, P.Petr. 3 104
Not analysed yet
ἀπομετρηθήτω οὖν εἰς τὸ βασιλικὸν τὸ προγεγραμμένον ἐκφόριον Ἀχοάπει. τοῦ Ἀλκέτου τῶν ἀπὸ τῆς Ἀσίας αἰχμαλώτων κλήρου τοῦ ἀνειλημμένου εἰς τὸ βασιλικὸν μετὰ τὸν σπόρον τοῦ δ ἔτους περὶ Ψιναρψενῆσιν ἀνενήνοχεν ἐφʼ ἡμᾶς Ἀπολλώνιος ὁ συγγραφοφύλαξ συγγραφὴν ἣν ἔφη συγγεγράφθαι Ἀλκέταν πρὸς Ἡλιόδωρον τὸν γεωργὸν τοῦ κλήρου ἐκφορίου τακτοῦ πυρῶν ἀρταβῶν λ καὶ κεχειρογραφήκασι τὸν εἰθισμένον ὅρκον τοσούτου μεμισθῶσθαι. ἀπομετρηθήτω οὖν εἰς τὸ βασιλικὸν τὸ προγεγραμμένον ἐκφόριον.