Ancient Greek
P.Petr. 2 22
Documentary Papyri, P.Petr. 3 26
Not analysed yet
……τοὺς τοπάρχας …κρίματα καθήκει εἰς τοὺς φόρους ἢ τὰς ὠνὰς ἀλλʼ ἢ τὸν νομάρχην μετὰ τοῦ στρατηγοῦ. ἐὰν δέ τις παρὰ ταῦτα κρινῆι ἢ κριθῆι ἄκυρα ἔστω. ἐὰν ἐμβῆι βοῦς ἢ ὑποζύγιον ἢ πρόβατον ἢ ἄλλο τι …νον εἰς ἀλλότριον κλῆρον ἢ παράδεισον ἢ κῆπον ἢ ἀμπελῶνα ἢ κατανέμηι τι ἢ καταβλαψῆι, ἀποτεισάτω ὁ κύριος τῶι βλαφθέντι τὸ βλάβος ὃ ἂν καταβλάψηι ἐκ κρίσεως. πρὸ κρίσεως δὲ μηθεὶς ἐνεχυραζέτω μήδε ἀποβιαζέσθω μηδὲν παρευρέσει μηδεμιᾶι. ἐὰν δέ τις τούτων τι ποιήσηι, ἀποτεισάτω παραχρῆμα δραχμὰς Α καὶ ὃ ἂν ἐνεχυράσηι ἢ ἀποβιάσηται ἀποδότω τῶι κυρίωι παραχρῆμα. ἐπαναγκαζέτω δὲ αὐτὸν ὁ πράκτωρ ὁ ἐπὶ τῶν βασιλικῶν προσόδων τεταγμένος