Ancient Greek
P.Petr. 2 32 (2 b)
Documentary Papyri, P.Petr. 3 32g_b_r
Not analysed yet
Ποσειδωνίωι οἰκονόμωι παρὰ Πτολεμαίου τοῦ Πρωτάρχου καὶ …οαχιος γεωργῶν τῆς περὶ Σεβέννυτον κροτωνοφόρου γῆς. τοῦ ϛ ἔτους μηνὸς Φαῶφι κα εὕρομεν τὰς βοῦς Σοκμήνιός τινος βουκόλου τῶν κατοικούντων ἐν Κροκοδίλων πόλει κατανέμοντα τὸν κροτῶνα περιελαυνόντων ἡμῶν ὥστε τοῖς φυλακίταις παραδοῦναι Καλλιφῶν τις τῶν …παροίκων ὃς κατοικεῖ ἐν Περσέαι ἐπιπαραγενόμενος καὶ παροίνησας ἡμᾶς ἀφείλετο τὰ κτήνη καὶ τὸν βουκόλον. ἔχομεν δὲ καὶ …ερουμινα τοῦ καταφθαρμένου ὑφʼ αὐτῶν κρότωνος ἐνδεῖξαί σοι. ἀξιοῦμεν οὖν σὲ γράψαι Πωσειδίωνι τῶι στρατηγῶι ἐπιστεῖλαι τῶι ἐν Περσέαι ἐπιστάτηι ἀναπέμψαι Καλλιφόντα καὶ …ν ὅπως τὴν ἐπίσκεψιν ποιήσηι. τούτου δὲ γενομένου ἐσόμεθα τῆς παρὰ σοῦ βοηθείας τετευχότες. εὐτύχει.