Ancient Greek
P.Petr. 3 56 b
Documentary Papyri, P.Petr. 3 56b
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κζ ἐφʼ ἱερέως Μηδείου τοῦ Λαάγονος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ματέλας τῆς Ἀναδροκάδους Μεσορὴ …ὀμνύει Δεμήτριος …ονος φίλων …καὶ Κερκι… Σωσιφάνει ἀντιγραφεῖ τῆς Ἡρακλείδου μερίδος βασιλέα Πτολεμαῖον καὶ Ἀρσινόην Φιλάδελφον θεοὺς Ἀδελφοὺς τοὺς τ… …κατασταθεὶς ὑπὸ σοῦ πρὸς τῆι ἀντιγραφείαι τῆς Καλικράτου μερίδος τὰ χωματικὰ πραγματεύσεσθαι ὀρθῶς καὶ δικαίως καὶ οὔτε αὐτὸς νοσφιοῦμαι οὐδὲ ἄλλωι ἐπιτρέψειν παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ αἴσθωμαί τινα νοσφιζόμενον ἀναγγελεῖν σοι αὐθημερὸν ἢ τῆι ἐπιούσηι· ἐὰν δὲ …ἐν τῶι λιμνίτηι γράψεσθαι, ἐὰν δὲ εις…κα τῶν πραγμάτων εἰς τὸ ……ιζεσθαι τῶι βασιλεῖ ὁρκιω… …τοὺς πραγματευομένους τὸν αὐτὸν ὅρκον …ραυμαι ἔνοχος εἰμι τῶι ὅρκωι