Ancient Greek
P.Petr. 2 25 g
Documentary Papyri, P.Petr. 3 61g
Not analysed yet
εἰς ἵππους ιε εἰς ἕκαστον χόρτου δὲ διμνώους η κριθῶν χοίνικας η καὶ εἰς ἱπποκόμους ια ἀπὸ η τοῦ Φαῶφι ἕως θ ἑκάστωι τῆς ἡμέρας ἄρτων αὐτοπύρων χοίνικας β, οἴνου κεράμια β, ἐλαίου κεραμίου η, ἡμερῶν δὲ δύο εἰς ἵππους ιε χόρτου δὲ διμνώους σμ, κριθῶν ἀρτάβας ἕξ ,ἄρτων σεμιδαλίτων χοίνικας γ, οἴνου κεράμια μδ, ἐλαίου κεράμια β 𐅵δ, ἄρτων αὐτοπύρων χοίνικας λϛ, καὶ εἰς ἡμιόνους ι εἰς ἕκαστον κριθῶν χοίνικας ε, χόρτου δὲ διμνώους η ἡμερῶν δὲ δύο χόρτου δέσμας ρξ κριθῶν β 𐅵καὶ εἰς ἡνιόχους ι τῆς ἡμέρας ἄρτων αὐτοπύρων χοίνικας β, ἡμερῶν δὲ δύο χοίνικας μ καὶ εἰς ἀνήλωμα ἑκάστωι χαλκοῦ ὀβολὸν α τετρώβολον ἡμαρῶν δύο γ διώβολον ὁμολογεῖ Ἀπολλώνιος ἔχειν κατὰ τὰ προγεγραμμένα καὶ μηθὲν ἐγκαλεῖν. ἔγραψεν Δῶρος αὐτοῦ συντάξαντος διὰ τὸ μὴ ἐπίστασθαι αὐτον τὸν Ἀπολλώνιον γράμματα