Ancient Greek
P.Petr. Cahier 143
Documentary Papyri, P.Petr. Cahier 143
Not analysed yet
…ὥστε τὰ πεπονηκότα ἐπισκευάσαι καὶ τὰ ὑπερβατὰ ἐποικοδομῆσαι πλίνθων Ϛ καὶ δοκῶν δεκαπηχέων ιε καὶ ἑξαπηχέων ιε καὶ ὅλμου καὶ κονδύων δ καὶ τῆι ἐπὶ τῆς ὅδου πρὸ τοῦ δωματίου διδόσθω καὶ στάμνια. ἐὰν οὖν σοι φαίνηται καλῶς ποιήσεις γράψας ὅπως χορηγηθῆι καὶ τὸ εἰς τὴν καθαίρεσιν καὶ οἰκοδομίαν ἀνάλωμα. εὐτύχει