Ancient Greek
1.1.1 to 1.2.56
Documentary Papyri, P.Petr. 1.1.1-1.2.56
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Δίου …,ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου, τάδε διέθετο νοῶν καὶ φρονῶν …ν τῶν πρότερον …μελάγχρους …οὐλὴν ἔχων ὀφρύι ἀριστερᾶι. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλείπω τὰ ὑπάρχοντα πάντα …ει Θεσσαλῶι …ρκαιθηι …τῆι θυγατρί. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· …Φιλαδέλφειος …πυρράκης …Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἡφαιστιέα ὡς ἐτῶν …χαροπὸς …ς Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον …ὡς ἐτῶν …μέσος μεγέθει …Ἰσθμιεὺς ὡς ἐτῶν …οὐλὴ ἐπὶ …ὡς ἐτῶν νε …ηνόδωρος …Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον …ὡς ἐτῶν …μελάγχρους …βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Δίου, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου, τάδε διέθετο νοῶν καὶ φρονῶν Μάρων Εὐφράνορος Λίβυς τῆς ἐπιγονῆς ὡς ἐτῶν π μέσος τετανὸς οὐλὴ ἐπʼ ὀφρύι δεξιᾶι. εἴη μέν μοι ὑγιαίνοντα ἐμὲ τῶν ἐμαυτοῦ ὑπαρχόντων κύριον εἶναι διοικοῦντα τρόπωι ὧι ἂν βούλωμαι. ἐὰν δέ τι πάσχω ἀνθρώπινον, καταλείπω τὸ ὑπάρχον μοι ἱερὸν μητρὸς θεῶν Βερενίκης καὶ Ἀφροδίτης Ἀρσινόης υπ… τὰ μὲν κατὰ πρόσωπον τοῦ ἱεροῦ, οἷς γείτονες ἀπὸ μὲν ἀπηλιώτου Σισούχου τοῦ Ἁρσιήσιος, ἀπὸ δὲ νότου ὁδὸς δημοσία, ἀπὸ δὲ λιβὸς …ρεους τοῦ Πεψνῆτος καὶ Παῶτος τοῦ Τυ…νο…ς, ἀπὸ δὲ βορρᾶ ὁδὸς δημοσία, Μύσται Δημητρίου Ῥοδίαι ὡς ἐτῶν μϛ εὐμεγέθει μελάγχρωι φακὸς ἐπὶ σιαγόνι ἀριστερᾶι μετὰ κυρίου Ἀρτεμιδώρου τοῦ Ἀρτεμιδώρου Αἰακιδέως ὡς ἐτῶν μ μελάγχρου εὐμεγέθους ὀξύρρινος μῆλα μείζω, τὰ δʼ ἐχόμενα ἀπὸ μὲν ἀπηλιώτου Θέωνος Αιαναπιμωντος καὶ Παῶτος τοῦ Φμόιτος, ἀπὸ δὲ νότου αὐλὴ κοινὴ, ἀπὸ δὲ λιβὸς οἶκος ἱερὸς τοῦ ἀφροδισίου, ἀπὸ δὲ βορρᾶ ὁδὸς δημοσία, Μενείαι Μεννέου ἀστῆι ὡς ἐτῶν ξ λευκόχρωι μέσηι μεγέθει μετὰ κυρίου Κλεάνδρου τοῦ Μονίμου Ἀνδρομαχείου ὡς ἐτῶν οβ ἐρυθρίου μέσου