Ancient Greek
P.Petr. 1 18 (2)
Documentary Papyri, P.Petr. 11
Not analysed yet
Γορπιαίου κγ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκράτειας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Γορπιαίου κγ, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου, τάδε διέθετο νοῶν καὶ φρονῶν …δης Βοιώτιος τῶν Πυθαγγέλου ἐπιλοχαγὸς κληροῦχος ὡς ἐτῶν ξ μελίχρους βραχὺς οὐλὴ ἐπʼ ἀριστερᾶς ὀφρύος ἀναφάλακρος. εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα Ἀριστ… …ους ἀστῆι. ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ὀφείλω οὐθενὶ οὐθέν. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου …