Ancient Greek
P.Petr. 1 18 (1)
Documentary Papyri, P.Petr. 22
Not analysed yet
…βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τρίτου καὶ δεκάτου, ἐφʼ ἱερέως Σωσιβίου τοῦ Διοσκουρίδου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Πτολεμαίου, μηνὸς …,ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν …Οἰταῖος τῶν Λίχα πεντακοσίαρχος κληροῦχος ὡς ἐτῶν …ἀναφάλακρος κατάρριν οὐλὴν ἔχων …εἴη μέν μοι ὑγιαίνοντι τὰ ἐμαυτοῦ οἰκονομεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὰ ὑπάρχοντά μου πάντα καὶ ὃν ἔχω σταθμὸν ἐκ βασιλικοῦ ἐν ταῖς Καμίνοις τοῦ Ἀρσινοίτου νομοῦ καὶ …καὶ τὰ συμβόλαια τῆι ἐμαυτοῦ γυναικὶ Ἀναξίλαι …ἐὰν δέ τι Ἀναξίλα ἀνθρώπινον πάθηι, ἔστω …τῶν καταλειφθέντων ὑπό μου Κοσμέλας τῆς θυγατρός μου …βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους τρίτου καὶ δεκάτου, ἐφʼ ἱερέως Σωσιβίου τοῦ Διοσκουρίδου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Πτολεμαίου, μηνὸς …ἐννεακαιδεκάτηι, ἐν …τῆς …μερίδος τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν …Μακεδὼν τῶν …τῆς …ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν …μεγαλόφθαλμος …εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ αὑτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω τὸν κλῆρον …καὶ τὸν ἵππον ἐφʼ οὗ στρατεύομαι …τῆς γυναικὸς …ἐὰν δέ τι πάθηι ἀνθρώπινον …τῆς προγεγραμμένης ……ε… ἐξελούση τι α… ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα.