Ancient Greek
P.Petr. 1 20 (2)
Documentary Papyri, P.Petr. 25
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ …θεισων εν… Ἀττίου τετ… Ξανδικοῦ ια…ης Ἀρτεμιδώραι βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους δευτέρου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέως Ἀλεξικράτους τοῦ Θεογένους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Βερενίκης τῆς Καλλιάνακτος, μηνὸς Ξανδικοῦ ἑνδεκάτηι ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου νομοῦ, τάδε διέθετο νοῶν καὶ φρονῶν …ης Φίλωνος Σολεὺς τῆς ἐπιγονῆς ὡς ἐτῶν ἑξήκοντα μέσος μεγέθει βεβλαμμένος τὸν ἀριστερὸν ὀφθαλμὸν οὐλὴ ὑπʼ οὖς δεξιόν. εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάθω ἀνθρώπινον καὶ τελευτήσω τὸν βίον, καταλείπω τὰ ὑπάρχοντά μοι πάντα τῆι γυναικί μου Ἀρτεμιδώραι …καὶ τοῖς παιδίοις τοῖς ἐξ αὐτῆς Ἀριστοκράτηι καὶ Πτολεμαίωι καὶ Τετ… καὶ Νικοῖ. κυριεύσει Ἀρτεμιδώρα τῶν ὑπαρχόντων …ἐφʼ ὧι παρέξει τοῖς παιδίοις τοῖς προγεγραμμένοις τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ ὅσα καθήξει αὐτοῖς κατὰ δύναμιν τῶν ὑπαρχόντων αὐτῆι. Ἀριστοκράτης δὲ …ετ…σι λαμβανέτω τ…τ… …περὶ Σεβέννυτον τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὧν γείτονες νότου …κ…, βορρᾶ διῶρυξ, ἀπηλιώτου Ὀννώφριος ἀμπελών, λιβὸς χέρσος ……ἐκ τοῦ κοινοῦ τῶν βασιλικῶν κατ…ν…θ…των. ἐγδόσθω δὲ Ἀρτεμιδώρα τὰς θυγατέρας Τετ… καὶ Νικοῦν, διδοῦσα φερνὴν ἑκάστηι ἣν ἂν αὐτῆι φαίνηται ἀπὸ τῶν ὑπαρχόντων. ἐὰν δέ τι πάθηι Ἀρτεμιδώρα πρὸ τοῦ ἐγδεδόσθαι τὰς θυγατέρας, ἔστω τὸ ἥμισυ τοῦ προγεγραμμένου μου ἀμπελῶνος καὶ τῶν συγκυρόντων αὐτῶι πάντων Ἀριστοκράτους τοῦ πρεσβυτέρου μοῦ υἱοῦ, τὰ δὲ λοιπὰ …πάντα τῶν τέκνων μου Ἀριστοκράτους καὶ Πτολεμαίου καὶ Τετ… καὶ Νικοῦς. ἐγδοθεισῶν δὲ τῶν θυγατέρων ἐάν τι πάθηι Ἀρτεμιδώρα …τοῦ ἡμίσους τοῦ ἀμπελῶνος οὗ καταλείπω Ἀριστοκράτηι, τὰ λοιπὰ τῶν ἐμαυτοῦ ὑπαρχόντων Ἀριστοκράτηι καὶ Πτολεμαίωι, καὶ μὴ ἐξέστω Ἀρτεμιδώραι …ἀπενέγκασθαι μηθὲν τῶν ὑπαρχόντων μου μηδʼ ἐξαλλοτριῶσαι …ἄκυρος ἔστω …εἰσδιδότω δὲ Ἀριστοκράτης …τοῦ ἀμπελῶνος ἀπὸ τ… εἰς ἔτη πέντε κατʼ ἔτος χαλκοῦ νομίσματος δραχμὰς ἑκατὸν ἀφʼ οὗ ἂν ἔτους …ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα.