Ancient Greek
P.Petr. 1 20 (1)
Documentary Papyri, P.Petr. 27
Not analysed yet
…καταλείπω τὰ ὑπάρχοντά μοι πάντα …ἄλλωι δὲ οὐθενὶ οὐθὲν καταλείπω. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον καὶ Βερενίκην καὶ τὰ τούτων τέκνα. μάρτυρες· Νικάνωρ Μακεδὼν τῶν Ἱπποκράτους τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν ……ἀναφάλαντος μακροπρόσωπος ὑπόσκνιπος ……τῶν Ἱπποκράτους τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν …εὐμεγέθης μελίχρως μακροπρόσωπος τετανόθριξ ……λοβοὶ ὤτων προσφυεῖς, Διογένης Μακεδὼν τῶν …τῆς …ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν ὀγδοήκοντα ……θριξ ἀναφάλανθος ὀξύρριν οὐλὴ σιαγόνι ἀριστερᾶι ……φακὸς σιαγόνι ἀριστερᾶι, Πολύνδικος Μακεδὼν τῶν …τῆς …ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν ἑξήκοντα μέσος μεγέθει …τετανόθριξ ὦτα μείζω οὐλὴ ἐπὶ τοῦ κάτω χείλους …Μακεδὼν τῶν Ἱπποκράτους τῆς δευτέρας ἱππαρχίας ἑκατοντάρουρος ὡς ἐτῶν …