Ancient Greek
3.1.44 to 3.2.90
Documentary Papyri, P.Petr. 3.1.44-3.2.90
Not analysed yet
ὡς ἐτῶν …πυρράκης εὐμεγέθης μακροπρόσωπος τετανὸς ἀναφάλαντος …οὐλὴ μετώπωι ἐκ δεξιῶν ὑπὸ τρίχα. εἴη μέν μοι ὑγιαίνοντι αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι πάσχω ἀνθρώπινον, καταλείπω Σεμέλην ἐλευθέραν καὶ τὰ ὄντα ϛ παιδία, ἐάν μοι παραμείνωσιν ἕως ἂν ζῶ ὑπήκοοι ὄντες. ἀφίημι δʼ αὐτοῖς τὰ τροφεῖα. μηθενὶ ἐξέστω ἐπιλαβέσθαι αὐτῶν παρευρέσει μηδεμιᾶι. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Κάλλιππος Δημητρίου …τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μελίχρους εὐμεγέθης ἐπίγρυπος …α… τῆς ἐπιγονῆς ὡς ἐτῶν λ μελάγχρους ……ἐξ ἀριστερῶν, Δημήτριος Ἀγαθ… τῆς ἐπιγονῆς ὡς ἐτῶν …εὐμεγέθης ἀναφάλαντος ……ὡς ἐτῶν ξ πυρράκης οὐλὴ μ… …Ἄριστις Δημητρίου Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἰσθμιέα ὡς ἐτῶν λε μελίχρους ……ξεωι ἐκ δεξιῶν τραχήλωι …μ… Ἀλεξανδρεὺς τῆς ἐπιγονῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον …ὡς ἐτῶν …μελίχρως εὐμεγέθης τετανὸς οὐλὴ παρʼ ὀφρῦν δεξιάν. ζ βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ι, ἐφʼ ἱερέως Ἀπολλωνίδου τοῦ Μοσχίωνος τὸ β ἔτος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας τῆς Φιλάμμονος τὸ β ἔτος, μηνὸς Περιτίου ζ, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοίτου ,τάδε διέθετο νοῶν καὶ φρονῶν Δημήτριος Δείνωνος Χρηστήριος τῶν Πυθαγγέλου …κληροῦχος ὡς ἐτῶν οε μελίχρους εὐμεγέθης μακροπρόσωπος …οὐλὴ μετώπωι μέσωι. εἴη μέν μοι ὑγιαίνοντα αὐτὸν τὰ ἐμαυτοῦ διοικεῖν. ἐὰν δέ τι ἀνθρώπινον πάσχω, καταλιμπάνω τὰ ὑπάρχοντά μοι …καὶ τὴν ἐν Ἀλεξανδρείαι οἰκίαν μοι ὑπάρχουσαν ……ωνίωι καὶ τὸν θώρακα ὅς ἐστι κ… …σκεπάζουσαν ζώνην θωρακῖτιν ……Χαριτοῖ δὲ τῆι ἐμῆι γυναικὶ ἐξέστω ἐνοικεῖν ……ὅσα εἶχεν Χαριτώ. τὰ δὲ λοιπὰ …ἢ ὅσα ἂν προσκτήσωμαι καταλείπω …τ… σταθμὸν ὃν ἔλαβον ἐκ βασιλικοῦ …τ… δὲ τὸν παῖδα τὸν ἐμὸν ξ… τ… ἀφίημι ἐλεύθερον. ἐπιτρόπους δὲ αἱροῦμαι βασιλέα Πτολεμαῖον τὸν ἐκ βασιλέως Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν καὶ βασίλισσαν Βερενίκην τὴν βασιλέως Πτολεμαίου ἀδελφὴν καὶ γυναῖκα καὶ τὰ τούτων τέκνα. μάρτυρες· Κότους Θραῖξ τῶν Σωσιπόλιος …κληροῦχος ὡς ἐτῶν ν μελίχρους βραχὺς …ο… φακὸς παρʼ οὖς ἀριστερόν, Θεόδοτος Συρακόσιος τῶν Σωσιπόλιος τακτόμισθος κληροῦχος ὡς ἐτῶν ο βραχὺς μελίχρους ἀναφάλαντος οὐλὴ σιαγόνι δεξιᾶι φακὸς ὑπὲρ ὀφρῦν δεξιάν, …Πυ… Καρδιανὸς τῆς ἐπιγονῆς ὡς ἐτῶν μ βραχὺς …